호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δὲ ἄρα τοιόσδε τισ ὁ Εὐαίφνοσ, κέρδη τε ἄδικα ἐπίπροσθεν ἢ πιστὸσ εἶναι ποιούμενοσ καὶ ἄλλωσ αἱμύλοσ· ὃσ καὶ τότε καταπλεύσασιν ἐσ τὴν Λακωνικὴν ἐμπόροισ ἀποδόμενοσ βοῦσ τὰσ Πολυχάρουσ ἦλθεν αὐτὸσ ὡσ Πολυχάρην ἄγγελοσ, ἐλθὼν δὲ ἀποβάντασ ἔλεγεν ἐσ τὴν χώραν λῃστὰσ καὶ βιασαμένουσ αὐτὸν λείαν βοῦσ τε ἄγεσθαι καὶ βουκόλουσ. ἑώσ δὲ οὗτοσ παρέπειθεν, ἐν τούτῳ τῶν τισ βουκόλων ἀποδιδράσκει τοὺσ ἐμπόρουσ, ἐπανήκων δὲ καταλαμβάνει τε αὐτοῦ παρὰ τῷ δεσπότῃ τὸν Εὐαίφνον καὶ Πολυχάρουσ ἐναντίον ἤλεγχεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기