호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θεσσαλοὶ δὲ καὶ Εὐβοεῖσ, ἥκει γὰρ δὴ ἐσ ἀμφισβήτησιν τῶν ἐν τῇ Ἑλλάδι <τὰ> πλείω, λέγουσιν οἱ μὲν ὡσ τὸ Εὐρύτιον ‐ χωρίον δὲ ἔρημον ἐφ’ ἡμῶν ἐστι τὸ Εὐρύτιον ‐ πόλισ τὸ ἀρχαῖον ἦν καὶ ἐκαλεῖτο Οἰχαλία, τῷ δὲ Εὐβοέων λόγῳ Κρεώφυλοσ ἐν Ἡρακλείᾳ πεποίηκεν ὁμολογοῦντα· Ἑκαταῖοσ δὲ ὁ Μιλήσιοσ ἐν Σκίῳ μοίρᾳ τῆσ Ἐρετρικῆσ ἔγραψεν εἶναι Οἰχαλίαν. ἀλλὰ γὰρ οἱ Μεσσήνιοι τά τε ἄλλα δοκοῦσί μοι μᾶλλον εἰκότα ἐκείνων λέγειν καὶ οὐχ ἥκιστα τῶν ὀστῶν ἕνεκα τῶν Εὐρύτου, ἃ δὴ καὶ ἐν τοῖσ ἔπειτά που <ὁ> λόγοσ ἐπέξεισί μοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기