호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα τοῦ Βρούτου δημηγοροῦντος ἀναβοήσεις τε συνεχεῖς ἐφ ἑκάστῳ τῶν λεγομένων ἐκ τοῦ πλήθους ἐγίνοντο διασημαίνουσαι τὸ βουλόμενόν τε καὶ ἐπικελευόμενον, τοῖς δὲ πλείοσιν αὐτῶν καὶ δάκρυα ὑφ ἡδονῆς ἔρρει θαυμαστῶν καὶ ἀπροσδοκήτων ἀκούουσι λόγων:? πάθη τε ποικίλα τὴν ἑκάστου ψυχὴν κατελάμβανεν οὐδὲν ἀλλήλοις ἐοικότα: θυμοὶ συνεξέπιπτον φόβοις, οἱ μὲν ἐπὶ τῷ κακῶς δράσαι τὰ μισούμενα τῆς ἀσφαλείας ὑπερορᾶν ἐπαίροντες, οἱ δὲ κατὰ λογισμὸν τοῦ μὴ ῥᾳδίαν εἶναι τὴν καθαίρεσιν τῆς τυραννίδος ὄκνον ταῖς ἐπιβολαῖς ἐπιφέροντες.
ἐπεὶ δ ἐπαύσατο λέγων, ὥσπερ ἐξ ἑνὸς στόματος ἅπαντες τὴν αὐτὴν φωνὴν ἀνέκραγον ἄγειν σφᾶς ἐπὶ τὰ ὅπλα.
καὶ ὁ Βροῦτος ἡσθείς, Εἄν γε πρότερον, ἔφη, τὰ δόξαντα τῷ συνεδρίῳ μαθόντες ἐπικυρώσητε δέδοκται γὰρ ἡμῖν φεύγειν Ταρκυνίους πόλιν τε τὴν Ῥωμαίων καὶ χώραν, ὅσης ἄρχουσι Ῥωμαῖοι, καὶ γένος τὸ ἐξ αὐτῶν ἅπαν: ἐὰν δέ τις παρὰ ταῦτα ποιῶν εὑρίσκηται τεθνάναι.
ταύτην εἰ βουλομένοις ὑμῖν ἐστι τὴν γνώμην εἶναι κυρίαν, διαστάντες κατὰ τὰς φράτρας ψῆφον ἐπενέγκατε, καὶ τοῦθ ὑμῖν πρῶτον ἀρξάτω τὸ δικαίωμα τῆς ἐλευθερίας.
ἐγίνετο ταῦτα: καὶ ἐπειδὴ πᾶσαι τὴν φυγὴν τῶν τυράννων αἱ φρᾶτραι κατεψηφίσαντο, παρελθὼν πάλιν ὁ Βροῦτος λέγει: ἐπειδὴ τὰ πρῶτα ἡμῖν κεκύρωται κατὰ τὸ δέον, ἀκούσατε καὶ τὰ λοιπὰ ὅσα βεβουλεύμεθα περὶ τῆς πολιτείας. ἡμῖν σκοπουμένοις, τίς ἀρχὴ γενήσεται τῶν κοινῶν κυρία, βασιλείαν μὲν οὐκέτι καταστήσασθαι δοκεῖ, ἄρχοντας δὲ δύο καθ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι βασιλικὴν ἕξοντας ἐξουσίαν, οὓς ἂν ὑμεῖς ἐν ἀρχαιρεσίαις ἀποδείξητε ψῆφον ἐπιφέροντες κατὰ λόχους.
εἰ δὴ καὶ ταῦτα βουλομένοις ἐστὶν ὑμῖν, ἐπιψηφίσατε. ἐπῄνει καὶ ταύτην τὴν γνώμην ὁ δῆμος, καὶ ψῆφος οὐδεμία ἐγένετο ἐναντία. μετὰ τοῦτο παρελθὼν ὁ Βροῦτος ἀποδείκνυσι μεσοβασιλέα τὸν ἐπιμελησόμενον τῶν ἀρχαιρεσιῶν κατὰ τοὺς πατρίους νόμους Σπόριον Λουκρήτιον:
κἀκεῖνος ἀπολύσας τὴν ἐκκλησίαν ἐκέλευσεν ἅπαντας ἥκειν εἰς τὸ πεδίον, ἔνθα σύνηθες αὐτοῖς ἦν ἀρχαιρεσιάζειν, ἔχοντας τὰ ὅπλα ἐν τάχει.
ἀφικομένων δ αὐτῶν ἄνδρας αἱρεῖται δύο τοὺς πράξοντας ὅσα τοῖς βασιλεῦσιν ἐξῆν, Βροῦτόν τε καὶ Κολλατῖνον: καὶ ὁ δῆμος καλούμενος κατὰ λόχους ἐπεκύρωσε τοῖς ἀνδράσι τὴν ἀρχήν. καὶ τὰ μὲν κατὰ πόλιν ἐν τῷ τότε χρόνῳ πραχθέντα τοιαῦτ ἦν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기