- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 81

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 81)

τὰς μὲν οὖν ἡμετέρας τῶν πατρικίων συμφοράς, ἃς καὶ τῶν πολεμίων ἄν τις μαθὼν δακρύσειε, σιωπῶ, εἴ γ ὀλίγοι μὲν ἐκ πολλῶν λελείμμεθα, ταπεινοὶ δ ἐκ μεγάλων γεγόναμεν, εἰς πενίαν δὲ καὶ δεινὴν ἀπορίαν ἥκομεν ἐκ πολλῶν καὶ μακαρίων ἐκπεσόντες ἀγαθῶν.? οἱ λαμπροὶ δ ἐκεῖνοι καὶ δεινοὶ καὶ μεγάλοι, δἰ οὓς ἐπιφανὴς ἡ πόλις ἡμῶν ποτε ἦν, οἱ μὲν ἀπολώλασιν, οἱ δὲ φεύγουσι τὴν πατρίδα. ἀλλὰ τὰ ὑμέτερα πράγματα, ὦ δημόται, πῶς ἔχει·

θυσίας συνόδους, πέπαυκε δὲ τοὺς ἀρχαιρεσιάζοντας καὶ ψηφοφοροῦντας καὶ περὶ τῶν κοινῶν ἐκκλησιάζοντας, ἀναγκάζει δ ὅσα δούλους ἀργυρωνήτους ταλαιπωρεῖν λατομοῦντας ὑλοτομοῦντας ἀχθοφοροῦντας, ἐν ταρτάροις καὶ βαράθροις δαπανωμένους, ἀνάπαυσιν τῶν κακῶν οὐδὲ τὴν ἐλαχίστην λαμβάνοντας·

τίς οὖν ὁρ´ος ἔσται τῶν συμφορῶν, καὶ μέχρι τίνος χρόνου ταῦτα πάσχοντες ὑπομενοῦμεν, καὶ πότε τὴν πάτριον ἐλευθερίαν ἀνακτησόμεθα·

ὅταν ἀποθάνῃ Ταρκύνιος· νὴ Δία. καὶ τί πλέον ἡμῖν ἔσται τότε, τί δ οὐ χεῖρον· πολλῷ μιαρωτέρους τοῦ πατρός.

ὅπου γὰρ ὁ γενόμενος ἐξ ἰδιώτου τύραννος καὶ ὀψὲ ἀρξάμενος πονηρὸς εἶναι, πᾶσαν ἀκριβοῖ τὴν τυραννικὴν κακίαν, ποδαποὺς χρὴ νομίζειν ἔσεσθαι τοὺς ἐξ ἐκείνου φύντας, οἷς πονηρὸν μὲν γένος, πονηραὶ δὲ τροφαί, πολιτικὸν δὲ καὶ μέτριον οὐδὲν οὔτ ἰδεῖν ἐξεγένετο πώποτε πραττόμενον οὔτε μαθεῖν· ἵνα δὲ μὴ μαντεύησθε τὰς καταράτους αὐτῶν φύσεις, ἀλλ ἀκριβῶς μάθητε, οἱούς σκύλακας ὑμῖν ἡ Ταρκυνίου τυραννὶς ὑποτρέφει, θεάσασθε ἔργον ἑνὸς αὐτῶν τοῦ πρεσβυτάτου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION