호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπὲρ ἀναγκαίων καὶ κοινῶν πραγμάτων τοὺς λόγους μέλλων πρὸς ὑμᾶς ποιεῖσθαι, ἄνδρες πολῖται, περὶ ἐμαυτοῦ πρῶτον ὀλίγα βούλομαι προειπεῖν:? ἴσως γάρ τισιν ὑμῶν, μᾶλλον δ ἀκριβῶς οἶδ ὅτι πολλοῖς τεταράχθαι δόξω τὴν διάνοιαν, ἀνὴρ οὐ φρενήρης περὶ τῶν μεγίστων ἐπιχειρῶν λέγειν, ᾧ κηδεμόνων οὐχ ὑγιαίνοντι δεῖ. οὐχ ὑπ ἄλλου τινὸς κατασκευασθεῖσαν, ἀλλ ὑπ ἐμοῦ.
ὁ δ ἀναγκάσας με μήθ ὡς ἡ φύσις ἠξίου μήθ ὡς ἡρ´μοττέ μοι ζῆν, ἀλλ ὡς Ταρκυνίῳ τ ἦν βουλομένῳ κἀμοὶ συνοίσειν ἔδοξεν, ὁ περὶ τῆς ψυχῆς φόβος ἦν. πατέρα γάρ μου Ταρκύνιος ἀποκτείνας ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν, ἵνα τὴν οὐσίαν αὐτοῦ κατάσχοι πολλὴν σφόδρα οὖσαν, καὶ ἀδελφὸν πρεσβύτερον, ὃς ἔμελλε τιμωρήσειν τῷ θανάτῳ τοῦ πατρός, εἰ μὴ γένοιτο ἐκποδῶν, ἀφανεῖ θανάτῳ διαχρησάμενος, οὐδ ἐμοῦ δῆλος ἦν φεισόμενος ἐρήμου τῶν ἀναγκαιοτάτων γεγονότος, εἰ μὴ τὴν ἐπίθετον ἐσκηψάμην μωρίαν.
τοῦτό με τὸ πλάσμα πιστευθὲν ὑπὸ τοῦ τυράννου μὴ ταὐτὰ παθεῖν ἐκείνοις ἐρρύσατο καὶ μέχρι τοῦ παρόντος διασέσωκε χρόνου:
νῦν δ αὐτὸ πρῶτον, ἥκει γὰρ ὁ καιρός, ὃν εὐχόμην τε καὶ προσεδεχόμην, πέμπτον ἤδη τοῦτο καὶ εἰκοστὸν ἔτος φυλάξας ἀποτίθεμαι. καὶ τὰ μὲν περὶ ἐμοῦ τοσαῦτα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기