- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 68

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 68)

τῷ ἀνδρὶ τούτῳ πατὴρ μὲν ἦν Μάρκος Ιοὔνιος ἑνὸς τῶν σὺν Αἰνείᾳ τὴν ἀποικίαν στειλάντων ἀπόγονος, ἐν τοῖς ἐπιφανεστάτοις Ῥωμαίων ἀριθμούμενος δἰ ἀρενήν, μήτηρ δὲ Ταρκυνία τοῦ προτέρου βασιλέως Ταρκυνίου θυγάτηρ:? αὐτὸς δὲ τροφῆς τε καὶ παιδείας τῆς ἐπιχωρίου πάσης μετέλαβε καὶ φύσιν εἶχε πρὸς οὐδὲν τῶν καλῶν ἀντιπράττουσαν.

ἐπεὶ δὲ Τύλλιον ἀποκτείνας Ταρκύνιος σὺν ἄλλοις ἀνδράσι πολλοῖς καὶ ἀγαθοῖς καὶ τὸν ἐκείνου πατέρα διεχρήσατο ἀφανεῖ θανάτῳ δι οὐδὲν μὲν ἀδίκημα, τοῦ δὲ πλούτου προαχθεὶς εἰς ἐπιθυμίαν, ὃν ἐκ παλαιᾶς τε καὶ προγονικῆς παραλαβὼν εὐτυχίας ἐκέκτητο, καὶ σὺν αὐτῷ τὸν πρεσβύτερον υἱὸν εὐγενές τι φρόνημα διαφαίνοντα καὶ τὸ μὴ τιμωρῆσαι τῷ θανάτῳ τοῦ πατρὸς οὐκ ἂν ὑπομείναντα, νέος ὢν ὁ Βροῦτος ἔτι καὶ κομιδῇ βοηθείας συγγενικῆς ἔρημος ἔργον ἐπεχείρησε ποιῆσαι πάντων φρονιμώτατον, ἐπίθετον ἑαυτοῦ καταψεύσασθαι μωρίαν:

καὶ διέμεινεν ἅπαντα τὸν ἐξ ἐκείνου χρόνον, ἑώς τὸν ἐπιτήδειον ἔδοξε καιρὸν ἔχειν, φυλάττων τὸ προσποίημα τῆς ἀνοίας, ἐξ οὗ ταύτης ἔτυχε τῆς ἐπωνυμίας: δεινὸν ὑπὸ τοῦ τυράννου παθεῖν πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν ἀπολλυμένων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION