- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 58

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 58)

ἐν ᾧ δὲ ταῦτ ἐπράττετο, θορύβου κατὰ τὴν πόλιν ὄντος ὡς ἐπὶ τοσούτῳ κακῷ μαθὼν τὰ γινόμενα διὰ γραμμάτων ὁ Ταρκύνιος παρῆν ἄγων τὴν δύναμιν καὶ περὶ μέσον νυκτὸς ἀγχοῦ τῆς πόλεως γενόμενος ἀνοιχθεισῶν τῶν πυλῶν ὑπὸ τῶν ἐπὶ τοῦτο παρεσκευασμένων εἰσελθὼν δίχα πόνου κύριος ἐγεγόνει τῆς πόλεως.? καὶ τὰ ὅμοια τούτοις κατεψηφικότων, οὐδὲν ὁ Ταρκύνιος ὧν προσεδόκων τε καὶ ἐδεδοίκεσαν καίτοι πικρὸς ὀργὴν καὶ περὶ τὰς τιμωρίας τῶν ἐχθρῶν ἀπαραίτητος ὢν ἔδρασεν.

οὔτε γὰρ ἀπέκτεινεν οὐδένα Γαβίων οὔτ ἐξήλασε τῆς πόλεως οὔτ εἰς ἀτιμίαν ἢ χρημάτων ἀφαίρεσιν ἐζημίωσε, συγκαλέσας δ εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ βασιλικὸν ἐκ τυραννικοῦ τρόπου μεταλαβὼν τήν τε πόλιν αὐτοῖς ἔφη τὴν ἰδίαν ἀποδιδόναι καὶ τὰς οὐσίας, ἃς ἔχουσι, συγχωρεῖν καὶ σὺν τούτοις τὴν Ῥωμαίων ἰσοπολιτείαν ἅπασι χαρίζεσθαι, οὐ δι εὔνοιαν τὴν πρὸς τοὺς Γαβίους, ἀλλ ἵνα τὴν Ῥωμαίων ἡγεμονίαν ἐγκρατέστερον κατέχῃ ταῦτα πράττων:

κρατίστην ἡγούμενος ἔσεσθαι φυλακὴν ἑαυτοῦ τε καὶ τῶν παίδων τὴν ἐκ τῶν παρ ἐλπίδας σεσωσμένων καὶ τὰ ἴδια πάντα κεκομισμένων πίστιν. καὶ ἵνα μηδὲν αὐτοῖς ἔτι δεῖμα περὶ τοῦ μέλλοντος ὑπάρχῃ χρόνου μηδ ἐνδοιάζωσιν, εἰ βέβαια ταῦτα σφίσι διαμενεῖ, γράψας ἐφ οἷς ἔσονται δικαίοις φίλοι, τὰ περὶ τούτων ὁρ´κια συνετέλεσεν ἐπὶ τῆς ἐκκλησίας παραχρῆμα καὶ διωμόσατο κατὰ τῶν σφαγίων.

τούτων ἐστὶ τῶν ὁρκίων μνημεῖον ἐν Ῥώμῃ κείμενον ἐν ἱερῷ Διὸς Πιστίου, ὃν Ῥωμαῖοι Σάγκον καλοῦσιν, ἀσπὶς ξυλίνη βύρσῃ βοείᾳ περίτονος τοῦ σφαγιασθέντος ἐπὶ τῶν ὁρκίων τότε βοός, γράμμασιν ἀρχαϊκοῖς ἐπιγεγραμμένη τὰς γενομένας αὐτοῖς ὁμολογίας.

ταῦτα πράξας καὶ βασιλέα τῶν Γαβίων τὸν υἱὸν Σέξτον ἀποδείξας ἀπῆγε τὴν δύναμιν.

ὁ μὲν δὴ πρὸς Γαβίους πόλεμος τοιούτου τέλους ἔτυχεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION