Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 54 1:

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 54 1:)

συνεχῶσ δὲ τούτων γινομένων ἠναγκάζοντο ἀμφότεροι τῆσ χώρασ ὅσα ἦν ἐρυμνὰ τειχίζοντεσ φρουρὰν ἐν αὐτοῖσ καθιστάναι καταφυγῆσ τῶν γεωργῶν ἕνεκα· ὅθεν ὁρμώμενοι τά τε λῃστήρια, καὶ εἴ τι ἀποσπασθὲν ἴδοιεν μέροσ ὀλίγον ἀπὸ πολλοῦ στρατοῦ καὶ οἱᾶ εἰκὸσ ἐν προνομαῖσ ἀσύντακτον διὰ καταφρόνησιν, κατιόντεσ ἀθρόοι διέφθειρον· καὶ τῶν πόλεων ὅσα ἦν ἐπίμαχα καὶ ῥᾴδια ληφθῆναι διὰ κλιμάκων ἐξοικοδομεῖν τε καὶ ἀποταφρεύειν δεδοικότεσ τὰσ αἰφνιδίουσ ἀλλήλων ἐφόδουσ.

SEARCH

MENU NAVIGATION