호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοι δεόμενοι καὶ λιπαροῦντες τιμωρῆσαί σφισι τοὺς Γαβίους καὶ πολλὰς ὑπισχνούμενοι δωρεάς, εἰ κατέλθοιεν ἐπὶ τὰ σφέτερα, τήν τε κατάλυσιν τοῦ τυράννου δυνατὴν ἀποφαίνοντες καὶ ῥᾳδίαν, ὡς καὶ τῶν ἐν τῇ πόλει συλληψομένων, ἔπεισαν αὐτοὺς συμπροθυμηθέντων καὶ Οὐολούσκων:? ἐπρεσβεύσαντο γὰρ κἀκεῖνοι δεόμενοι συμμαχίας: τὸν κατὰ τοῦ Ταρκυνίου πόλεμον ἀναλαβεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기