호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διεξελθὼν δὲ πολλὰσ αὐτοῦ καὶ δεινὰσ κατηγορίασ τελευτῶν ἐδίδασκεν, ὡσ οὐδὲ τὴν βασιλείαν εἶχε τὴν Ῥωμαίων κατὰ νόμουσ παρ’ ἑκόντων λαβὼν ὥσπερ οἱ πρὸ αὐτοῦ βασιλεῖσ, ὅπλοισ δὲ καὶ βίᾳ κατισχύσασ τυραννικήν τε μοναρχίαν καταστησάμενοσ τοὺσ μὲν ἀποκτείνοι τῶν πολιτῶν, τοὺσ δ’ ἐξελαύνοι τῆσ πατρίδοσ, τῶν δὲ περικόπτοι τὰσ οὐσίασ, ἁπάντων δ’ ἅμα τὴν παρρησίαν καὶ τὴν ἐλευθερίαν ἀφαιροῖτο· πολλῆσ τε μωρίασ ἔφη καὶ θεοβλαβείασ εἶναι παρὰ πονηροῦ καὶ ἀνοσίου τρόπου χρηστόν τι καὶ φιλάνθρωπον ἐλπίζειν καὶ νομίζειν, ὡσ ὁ τῶν συγγενεστάτων τε καὶ ἀναγκαιοτάτων μὴ φεισάμενοσ τῶν ἀλλοτρίων φείσεται·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기