호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προειπὼν ὑπὲρ τῆς ἡγεμονίας εὐθὺς ἐποιεῖτο λόγους ὡς κατὰ τὸ δίκαιον αὑτῷ προσηκούσης, ἐπειδὴ Ταρκύνιος αὐτὴν κατέσχεν ὁ πάππος αὐτοῦ πολέμῳ κτησάμενος, καὶ τὰς συνθήκας παρείχετο τὰς γενομένας ταῖς πόλεσι πρὸς ἐκεῖνον.? πολὺν δὲ λόγον ὑπὲρ τοῦ δικαίου καὶ τῶν ὁμολογιῶν διεξελθὼν καὶ μεγάλα τὰς πόλεις εὐεργετήσειν ὑποσχόμενος, ἐὰν ἐν τῇ φιλίᾳ διαμείνωσι, τελευτῶν ἔπειθεν αὐτοὺς ἐπὶ τὸ Σαβίνων ἔθνος συστρατεύειν.
ὡς δ ἐπαύσατο λέγων, παρελθὼν ὁ Τύρνος ὁ καὶ τὸν ὀψισμὸν αὐτοῦ διαβαλὼν οὐκ εἰά τοὺς συνέδρους παραχωρεῖν τῷ ἀνδρὶ τῆς ἀρχῆς, ὡς οὔτε κατὰ τὸ δίκαιον αὐτῷ προσηκούσης οὔτ ἐπὶ τῷ συμφέροντι τῶν Λατίνων δοθησομένης:
διὰ τὸ μὴ προσγεγράφθαι ταῖς ὁμολογίαις τὴν αὐτὴν εἶναι δωρεὰν καὶ τοῖς Ταρκυνίου ἐγγόνοις, τὸν δ ἀξιοῦντα τῶν τοῦ πάππου δωρεῶν κληρονομεῖν ἁπάντων ἀνθρώπων παρανομώτατον ἀποφαίνων καὶ πονηρότατον καὶ τὰς πράξεις αὐτοῦ διεξιών, ἃς ἐπὶ τῷ κατασχεῖν τὴν Ῥωμαίων ἀρχὴν ἐπετελέσατο.
διεξελθὼν δὲ πολλὰς αὐτοῦ καὶ δεινὰς κατηγορίας τελευτῶν ἐδίδασκεν, ὡς οὐδὲ τὴν βασιλείαν εἶχε τὴν Ῥωμαίων κατὰ νόμους παρ ἑκόντων λαβὼν ὥσπερ οἱ πρὸ αὐτοῦ βασιλεῖς, ὅπλοις δὲ καὶ βίᾳ κατισχύσας τυραννικήν τε μοναρχίαν καταστησάμενος τοὺς μὲν ἀποκτείνοι τῶν πολιτῶν, τοὺς δ ἐξελαύνοι τῆς πατρίδος, τῶν δὲ περικόπτοι τὰς οὐσίας, ἁπάντων δ ἅμα τὴν παρρησίαν καὶ τὴν ἐλευθερίαν ἀφαιροῖτο:
πολλῆς τε μωρίας ἔφη καὶ θεοβλαβείας εἶναι παρὰ πονηροῦ καὶ ἀνοσίου τρόπου χρηστόν τι καὶ φιλάνθρωπον ἐλπίζειν καὶ νομίζειν, ὡς ὁ τῶν συγγενεστάτων τε καὶ ἀναγκαιοτάτων μὴ φεισάμενος τῶν ἀλλοτρίων φείσεται: μὴ λαβεῖν αὐτὸν διαμάχεσθαι, ἐξ ὧν ἕτεροι πεπόνθασι δεινῶν τεκμαιρομένους, ἃ συμβήσεται παθεῖν αὐτοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기