- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 45

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 45)

Κίρκης, κατῴκει δ ἐν πόλει Τύσκλῳ, ἐδόκει δὲ τὰ πολιτικὰ συνετὸς ἐν ὀλίγοις εἶναι καὶ πολέμους στρατηγεῖν ἱκανός.? τοῦτον τὸν ἄνδρα φίλον ἔχων καὶ δι αὐτοῦ τοὺς ἀρίστους ἐν ἑκάστῃ πόλει τῶν τὰ κοινὰ πραττόντων προσλαβὼν τότ ἤδη καὶ τῶν ὑπαιθρίων ἐπεχείρει πειρᾶσθαι πολέμων καὶ στρατιὰν ἐπὶ Σαβίνους ἐξάγειν οὐ βουλομένους ὑπηκόους εἶναι τοῖς ἐπιτάγμασιν, ἀλλ ἀπηλλάχθαι τῶν ὁμολογιῶν οἰομένους, ἐξ οὗ Τύλλιος ἐτελεύτησε, πρὸς ὃν ἐποιήσαντο τὰς ὁμολογίας.

γνοὺς δὲ ταῦτα προεῖπε δι ἀγγέλων ἥκειν εἰς τὴν ἐν Φερεντίνῳ γινομένην ἀγορὰν τοὺς εἰωθότας ὑπὲρ τοῦ κοινοῦ τῶν Λατίνων συνεδρεύειν, ἡμέραν τινὰ ὁρίσας, ὡς περὶ κοινῶν καὶ μεγάλων πραγμάτων σὺν αὐτοῖς βουλευσόμενος.

οἱ μὲν δὴ παρῆσαν, ὁ δὲ Ταρκύνιος αὐτὸς ὁ καλέσας αὐτοὺς ὑστέρει.

καὶ τὰ πολέμια ἄλκιμος πολιτικόν τε λόγον εἰπεῖν οὐκ ἀδύνατος, Τύρνος Ἑρδώνιος ὄνομα, Μαμιλίῳ τε διάφορος ὢν διὰ τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν καὶ Ταρκυνίῳ διὰ τὸν Μαμίλιον ἀπεχθόμενος, ὅτι κηδεστὴν ἐκεῖνον ἠξίωσε λαβεῖν ἀνθ ἑαυτοῦ, πολλὴν ἐποιεῖτο τοῦ Ταρκυνίου κατηγορίαν τ ἄλλα διεξιὼν ἔργα τοῦ ἀνδρός, οἷς αὐθάδειά τις ἐδόκει προσεῖναι καὶ βαρύτης, καὶ τὸ μὴ παρεῖναι πρὸς τὸν σύλλογον αὐτὸν τὸν κεκληκότα τῶν ἄλλων ἁπάντων παρόντων.

ἀπολογουμένου δὲ τοῦ Μαμιλίου καὶ εἰς ἀναγκαίας τινὰς ἀναφέροντος αἰτίας τὸν τοῦ Ταρκυνίου χρονισμὸν ἀναβάλλεσθαι τ ἀξιοῦντος τὸν σύλλογον εἰς τὴν ἐπιοῦσαν ἡμέραν, πεισθέντες οἱ πρόεδροι τῶν Λατίνων ἀνεβάλοντο τὴν βουλήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION