- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 40 11:

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 40 11:)

ἐδήλωσε δέ τι καὶ ἄλλο δαιμόνιον ἔργον, ὅτι θεοφιλὴς ἦν ἁνήρ, ἐξ οὗ καὶ ἡ περὶ τῆς γενέσεως αὐτοῦ μυθικὴ καὶ ἄπιστος ὑπόληψις, ὥσπερ εἴρηταί μοι πρότερον, ἀληθὴς εἶναι ὑπὸ πολλῶν ἐπιστεύθη.? ἐν γὰρ τῷ ναῷ τῆς Τύχης, ὃν αὐτὸς κατεσκεύασεν, εἰκὼν αὐτοῦ κειμένη ξυλίνη κατάχρυσος ἐμπρήσεως γενομένης καὶ τῶν ἄλλων ἁπάντων διαφθαρέντων μόνη διέμεινεν οὐδὲν λωβηθεῖσα ὑπὸ τοῦ πυρός. καὶ ἔτι νῦν ὁ μὲν νεὼς καὶ τὰ ἐν αὐτῷ πάντα, ὅσα μετὰ τὴν ἔμπρησιν εἰς τὸν ἀρχαῖον κόσμον ἐπετελέσθη φανερά, ὅτι τῆς καινῆς ἐστι τέχνης, ἡ δ εἰκών, οἱά πρότερον ἦν, ἀρχαικὴ τὴν κατασκευήν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION