호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θορύβου δὲ γενομένου πολλοῦ κατὰ τὴν πόλιν ὅλην καὶ οἰμωγῆσ ἐπὶ τῷ Τυλλίου θανάτῳ δείσασ ὁ Ταρκύνιοσ, εἰ διὰ τῆσ ἀγορᾶσ ὁ νεκρὸσ φέροιτο, ὡσ ἔστι Ῥωμαίοισ ἔθοσ, τόν τε βασίλειον κόσμον ἔχων καὶ τἆλλ’, ὅσα νόμοσ ἐπὶ ταφαῖσ βασιλικαῖσ μή τισ εἰσ ἑαυτὸν ὁρμὴ γένηται τοῦ δημοτικοῦ, πρὶν ἢ βεβαίωσ κρατύνασθαι τὴν ἀρχήν, οὐκ εἰάσε τῶν νομίμων οὐδὲν αὐτῷ γενέσθαι· ἀλλ’ ἡ γυνὴ τοῦ Τυλλίου σὺν ὀλίγοισ τισὶ τῶν φίλων, Ταρκυνίου θυγάτηρ οὖσα τοῦ προτέρου βασιλέωσ, νυκτὸσ ἐκκομίζει τὸ σῶμα τῆσ πόλεωσ, ὡσ τῶν ἐπιτυχόντων τινόσ· καὶ πολλὰ μὲν τὸν ἑαυτῆσ καὶ ἐκείνου δαίμονα κατοδυραμένη, μυρίασ δὲ κατάρασ τῷ τε γαμβρῷ καὶ τῇ θυγατρὶ καταρασαμένη κρύπτει γῇ τὸ σῶμα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기