호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα διαλεχθεὶς καὶ εἰς πολλὴν αἰδῶ καταστήσας τοὺς συνισταμένους ἐπ αὐτῷ διέλυσε τὸν σύλλογον καὶ μετὰ τοῦτο τοὺς κήρυκας ἀνακαλεσάμενος ἐκέλευσε διὰ πάντων τῶν στενωπῶν διεξιόντας τὸν δῆμον εἰς ἐκκλησίαν συγκαλεῖν.? τὴν ἀγορὰν τοῦ κατὰ πόλιν ὄχλου προελθὼν ἐπὶ τὸ βῆμα μακρὰν καὶ συμπαθῆ διεξῆλθε δημηγορίαν τάς τε πολεμικὰς ἑαυτοῦ πράξεις ἐξαριθμούμενος, ἃς Ταρκυνίου τε ζῶντος διεπράξατο καὶ μετὰ τὴν ἐκείνου τελευτὴν καὶ τῶν πολιτευμάτων καθ ἓν ἕκαστον ἐπιλεγόμενος, ἐξ ὧν πολλὰς καὶ μεγάλας ἔδοξεν ἐσχηκέναι τὸ κοινὸν ὠφελείας.
πολλοῦ δ ἐφ ἑκάστῳ τῶν λεγομένων ἀπαντῶντος ἐπαίνου καὶ πάντων σπουδὴν ἐχόντων μαθεῖν, τίνων ἕνεκα ταῦτα λέγει, τελευτῶν ἔφησεν, ὅτι Ταρκύνιος αὐτὸν αἰτιᾶται τὴν βασιλείαν οὐ δικαίως κατέχειν ἑαυτῷ προσήκουσαν:
καταλιπεῖν γὰρ αὐτῷ τὸν πάππον ἀποθνήσκοντα σὺν τοῖς χρήμασι καὶ τὴν ἀρχήν, τὸν δὲ δῆμον οὐκ εἶναι κύριον τἀλλότρια ἑτέρῳ διδόναι. κραυγῆς δὲ καὶ ἀγανακτήσεως ἐξ ἁπάντων ἐπὶ τούτῳ γενομένης σιωπῆσαι κελεύσας αὐτοὺς ἠξίου μηδὲν ἄχθεσθαι μηδὲ ἀγανακτεῖν πρὸς τὸν λόγον, ἀλλ εἴ τι δίκαιον εἰπεῖν ἔχει Ταρκύνιος, καλεῖν αὐτὸν καὶ διδαχθέντας, ἐάν τ ἀδικούμενον εὑρ´ωσιν ἐάν τ ἐπιτηδειότερον ἄρχειν, ἐκείνῳ παραδοῦναι τὴν τῆς πόλεως προστασίαν:
αὐτὸς δὲ τῆς ἀρχῆς ἔφησεν ἀφίστασθαι καὶ ἀποδιδόναι τοῖς κυρίοις, παρ ὧν αὐτὴν ἔλαβεν.
ταῦτα λέξαντος αὐτοῦ καταβαίνειν τ ἀπὸ τοῦ βήματος βουλομένου κραυγή τ ἐξ ἁπάντων ἐγίνετο καὶ δεήσεις πολλαὶ σὺν οἰμωγαῖς ὑπὲρ τοῦ μηδενὶ παραχωρεῖν τῆς ἀρχῆς:
τινὲς δ ἐξ αὐτῶν καὶ βάλλειν τὸν Ταρκύνιον ἐβόων. ἐκεῖνος μὲν οὖν δείσας τὴν ἐκ χειρὸς δίκην ὁρμῆς ἤδη γινομένης τῶν ὄχλων ἐπ αὐτὸν ᾤχετο φεύγων ἅμα τοῖς ἑταίροις: τὸν δὲ Τύλλιον ἡ πληθὺς ἅπασα μετὰ χαρᾶς καὶ κρότου καὶ πολλῆς εὐφημίας παραπέμπουσα μέχρι τῆς οἰκίας κατέστησεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기