- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 36

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 36)

ὑμῶν δὲ τεθαύμακα, εἴ τινές εἰσιν, ὦ βουλή, τῆς ἀρχῆς με ἀπαλλάξαι βουλόμενοι, καὶ μετὰ τούτου συνεστηκότες ἐπ ἐμοί:? ἡδέως δ ἂν πυθοίμην παρ αὐτῶν, τίνος ἀδικήματος ἕνεκα πολεμοῦσί μοι καὶ ἐπὶ τίνι τῶν ἐμῶν ἔργων ἀχθόμενοι:

πότερον ὅτι πολλοὺς ἴσασιν ἐπὶ τῆς ἐμῆς ἀρχῆς ἀκρίτους ἀπολωλότας ἢ τῆς πατρίδος στερομένους ἢ τὰς οὐσίας ἀπολωλεκότας ἢ ἄλλῃ τινὶ συμφορᾷ κεχρημένους ἀδίκως· ἢ τούτων μὲν τῶν τυραννικῶν ἀδικημάτων οὐδὲν ἔχουσιν εἰπεῖν ὑπ ἐμοῦ γεγονός, ὕβρεις δέ μοί τινας συνοίδασιν εἰς γυναῖκας γαμετὰς ἢ προπηλακισμοὺς εἰς θυγατέρας παρθένους ἢ ἄλλην τινὰ περὶ σῶμα ἐλεύθερον ἀκολασίαν· τῆς ἀρχῆς θ ἅμα καὶ τῆς ψυχῆς ἀποστερηθείην.

φέρε ἀλλ ὑπερήφανός εἰμι καὶ διὰ βαρύτητα ἐπαχθὴς καὶ τὴν αὐθάδειαν, ᾗ κέχρημαι περὶ τὴν ἀρχήν, οὐδεὶς φέρειν δύναταί μου·

τίς μέντοι τῶν πρὸ ἐμοῦ βασιλέων οὕτω μέτριος ὢν ἐν ἐξουσίᾳ διετέλεσε καὶ φιλάνθρωπος ἅπασι τοῖς πολίταις ὡς πατὴρ πρᾷος υἱοῖς αὐτοῦ χρώμενος· ὅς γε καὶ τὴν ἐξουσίαν, ἣν ὑμεῖς ἐδώκατέ μοι πατέρων φυλάττοντες παραδοχάς, οὐχ ἅπασαν ἐβουλήθην ἔχειν, ἀλλὰ νόμους θ ὑπὲρ τῶν κυριωτάτων καταστησάμενος, οὓς ἅπαντες ἐπεκυρώσατε, κατὰ τούτους ὑμῖν ἀπέδωκα διδόναι τὰ δίκαια καὶ λαμβάνειν, καὶ αὐτὸς ἐξηταζόμην πρῶτος οἷς ὡρ´ισα κατὰ τῶν ἄλλων δικαίοις ὥσπερ ἰδιώτης πειθόμενος: ἀλλὰ τὰς ἰδιωτικὰς δίκας ὑμῖν ἀπέδωκα διαγινώσκειν, ὃ τῶν ἔμπροσθεν οὐδεὶς ἐποίησε βασιλέων.

ἀλλ ἐοίκεν ἀδίκημα μὲν οὐδὲν εἶναι, δι ὃ δυσχεραίνουσί μοί τινες, αἱ δ εἰς τὸ δημοτικὸν πλῆθος εὐεργεσίαι λυπεῖν ὑμᾶς δοκοῦσι, περὶ ὧν πολλάκις ἀπολελόγημαι πρὸς ὑμᾶς.

ἀλλ οὐδὲν δεῖ τούτων νυνὶ τῶν λόγων: εἰ δὲ δοκεῖ κρεῖττον ἐπιμελήσεσθαι τῶν κοινῶν Ταρκύνιος οὑτοσὶ τὰ πράγματα παραλαβών, οὐ φθονῶ τῇ πόλει βελτίονος ἡγεμόνος: ἀποδοὺς δὲ τὴν ἀρχὴν τῷ δεδωκότι μοι δήμῳ καὶ γενόμενος ἰδιώτης πειράσομαι ποιῆσαι πᾶσι φανερόν, ὅτι καὶ ἄρχειν ἐπίσταμαι καλῶς καὶ ἄρχεσθαι δύναμαι σωφρόνως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION