호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ’ εἰπὼν καταλύεται τὸν πρὸσ αὐτοὺσ πόλεμον, ταῖσ μὲν ἄλλαισ πόλεσιν ἁπλῶσ καὶ δίχα ὀργῆσ μνησικάκου πολιτεύεσθαί τ’ ἀποδοὺσ ὡσ πρότερον καὶ τὰ ἴδια καρποῦσθαι, μενούσαισ ἐν ταῖσ γραφείσαισ πρὸσ αὐτὰσ συνθήκαισ ὑπὸ βασιλέωσ Ταρκυνίου· τρεῖσ δ’ ἐξ αὐτῶν πόλεισ, αἳ προεξανέστησάν τε καὶ τὰσ ἄλλασ ἐπηγάγοντο κατὰ Ῥωμαίων ἐξενεγκεῖν τὸν πόλεμον, Καιρητανοὺσ καὶ Ταρκυνιήτασ καὶ Οὐιεντανούσ, ἀφαιρέσει χώρασ τιμωρησάμενοσ, ἣν κατεκληρούχησε Ῥωμαίων τοῖσ νεωστὶ προσεληλυθόσι πρὸσ τὴν πολιτείαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기