- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 18

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 18)

αὕτη μὲν ἡ διακόσμησις ἦν ἡ τὸ πεζικὸν ἐκπληροῦσα τῶν τε φαλαγγιτῶν καὶ τῶν ψιλῶν στράτευμα:? τὸ δὲ τῶν ἱππέων πλῆθος ἐπέλεξεν ἐκ τῶν ἐχόντων τὸ μέγιστον τίμημα καὶ κατὰ γένος ἐπιφανῶν: συνέταξε δ εἰς ὀκτωκαίδεκα λόχους καὶ προσένειμεν αὐτοὺς τοῖς πρώτοις τῶν φαλαγγιτῶν ὀγδοήκοντα λόχοις: εἶχον δὲ καὶ οὗτοι τοὺς ἐπιφανεστάτους λοχαγούς. τοὺς δὲ λοιποὺς πολίτας, οἳ τίμησιν εἶχον ἐλάττονα δώδεκα καὶ ἡμίσους μνῶν, πλείους τὸν ἀριθμὸν ὄντας τῶν προτέρων, ἅπαντας εἰς ἕνα συντάξας λόχον στρατείας τ ἀπέλυσε καὶ πάσης εἰσφορᾶς ἐποίησεν ἀτελεῖς.

ἐγένοντο δὴ συμμορίαι μὲν ἕξ, ἃς Ῥωμαῖοι καλοῦσι κλάσσεις, τὰς Ἑλληνικὰς κλήσεις παρονομάσαντες: ὃ γὰρ ἡμεῖς ῥῆμα προστακτικῶς σχηματίσαντες ἐκφέρομεν, κάλει, τοῦτ ἐκεῖνοι λέγουσι κάλα καὶ τὰς κλάσσεις τὸ ἀρχαῖον ἐκάλουν καλέσεις:

λόχοι δ, οὓς αἱ συμμορίαι περιελάμβανον, ἑκατὸν καὶ ἐνενηκοντατρεῖς.

ἐπεῖχον δὲ τὴν μὲν πρώτην συμμορίαν ὀκτὼ καὶ ἐνενήκοντα λόχοι σὺν τοῖς ἱππεῦσι: τὴν δὲ δευτέραν εἴκοσι καὶ δύο σὺν τοῖς χειροτέχναις: τὴν δὲ τρίτην εἴκοσι: τὴν δὲ τετάρτην πάλιν εἴκοσι καὶ δύο σὺν τοῖς σαλπισταῖς καὶ βυκανισταῖς: τὴν δὲ πέμπτην τριάκοντα: τὴν δ ἐπὶ πάσαις τεταγμένην εἷς λόχος ὁ τῶν ἀπόρων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION