호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα λέγοντος αὐτοῦ καὶ παραχωρεῖν οἱού τε ὄντος ἀπὸ τοῦ βήματος κραυγή τε παρὰ πάντων ἐξαίσιος ἐγίνετο καὶ δεήσεις μεμιγμέναι δάκρυσιν, ἵνα μένῃ τε καὶ διακατέχῃ τὰ πράγματα μηδένα δεδοικώς.? ἔπειτ ἐγκέλευστοί τινες διειληφότες τὴν ἀγορὰν βασιλέα ποιεῖν αὐτὸν ἐβόων καὶ συγκαλεῖν τὰς φράτρας ἠξίουν καὶ ψῆφον ᾔτουν. ἀρξαμένων δὲ τούτων εὐθὺς ὁ δῆμος ἅπας ἐπὶ τῆς αὐτῆς προαιρέσεως ἐγεγόνει.
τοῦτο καταμαθὼν ὁ Τύλλιος οὐκέτι παρῆκε τὸν καιρόν, ἀλλὰ πολλὰς αὐτοῖς εἰδέναι φήσας χάριτας, ὅτι μέμνηνται τῶν εὐεργεσιῶν, καὶ ἔτι πλείονα ὑποσχόμενος ἀγαθὰ ποιήσειν, ἐὰν αὐτὸν ἀποδείξωσι βασιλέα, προεῖπεν ἡμέραν ἀρχαιρεσιῶν, εἰς ἣν ἐκέλευσε καὶ τοὺς ἐκ τῶν ἀγρῶν ἅπαντας παρεῖναι.
συνελθόντος δὲ τοῦ δήμου καλῶν τὰς φράτρας κατὰ μίαν ἀνεδίδου τὰς ψήφους.
ἁπάσαις δὲ ταῖς φράτραις κριθεὶς τῆς βασιλείας ἄξιος παραλαμβάνει τότε τὴν ἀρχὴν παρὰ τοῦ δημοτικοῦ πλήθους πολλὰ χαίρειν τῇ βουλῇ φράσας, ἣν οὐκ ἠξίωσεν ἐπικυρῶσαι τὰ τοῦ δήμου κρίματα, ὥσπερ αὐτῇ ποιεῖν ἔθος ἦν. τοῦτον δὲ τὸν τρόπον ἐπὶ τὴν βασιλείαν παρελθὼν πολλῶν μὲν καὶ ἄλλων πολιτευμάτων εἰσηγητὴς ἐγένετο, μέγαν δὲ καὶ λόγου ἄξιον ἐπολέμησε πρὸς Τυρρηνοὺς πόλεμον. ποιήσομαι δὲ περὶ τῶν πολιτευμάτων αὐτοῦ πρῶτον τοὺς λόγους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기