호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἱκέτησ δ’ ὑμῶν γίνομαι μὴ τοὺσ ὀρφανοὺσ ἐγκαταλιπεῖν νῦν μὲν ὑπὲρ τῆσ ἀρχῆσ κινδυνεύοντασ, εἰ δ’ ἡ πρώτη πεῖρα τοῖσ ἐχθροῖσ αὐτῶν χωρήσει κατὰ νοῦν, καὶ ἐκ τῆσ πόλεωσ ἐξελαθησομένουσ. ἀλλ’ ὑπὲρ μὲν τούτων ὡσ ἐγνωκόσιν ὑμῖν τὰ δέοντα καὶ ποιήσουσιν, ὅσα προσήκει, οὐδὲν δέομαι πλείω λέγειν· ἃ δὲ παρεσκεύασμαι ποιεῖν ὑμᾶσ αὐτὸσ ἀγαθὰ καὶ ὧν χάριν τὴν ἐκκλησίαν συνεκάλεσα, ἀκούσατέ μου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기