- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 86

(디오니시오스, Antiquitates Romanae, book 1, chapter 86)

χρόνου δέ τινος ἐν τούτῳ διαγενομένου, ἐπειδὴ οὐδὲν ἐμειοῦτο τὸ τῆς στάσεως, δόξαν ἀμφοῖν τῷ μητροπάτορι ἐπιτέψαι παρῆσαν εἰς τὴν Ἄλβαν.? ὁ δὲ αὐτοῖς ταῦτα ὑποτίθεται: θεοὺς ποιήσασθαι δικαστάς, ὁποτέρου χρὴ τὴν ἀποικίαν λέγεσθαι καὶ τὴν ἡγεμονίαν εἶναι. ταξάμενος δὲ αὐτοῖς ἡμέραν ἐκέλευσεν ἐξ ἑωθινοῦ καθέζεσθαι χωρὶς ἀλλήλων, ἐν αἷς ἑκάτεροι ἀξιοῦσιν ἕδραις: προθύσαντας δὲ τοῖς θεοῖς ἱερὰ τὰ νομιζόμενα φυλάττειν οἰωνοὺς αἰσίους: ὁποτέρῳ δ ἂν οἱ ὄρνιθες προτέρῳ κρείττους γένωνται, τοῦτον ἄρχειν τῆς ἀποικίας.

ἀπῄεσαν οἱ νεανίσκοι ταῦτ ἐπαινέσαντες καὶ κατὰ τὰ συγκείμενα παρῆσαν ἐν τῇ κυρίᾳ τῆς πράξεως ἡμέρᾳ.

ἦν δὲ Ῥωμύλῳ μὲν οἰωνιστήριον, ἔνθα ἠξίου τὴν ἀποικίαν ἱδρῦσαι, τὸ Παλλάντιον, Ῥώμῳ δ ὁ προσεχὴς ἐκείνῳ λόφος Αὐεντῖνος καλούμενος, ὡς δέ τινες ἱστοροῦσιν ἡ Ῥεμορία: φυλακή τε ἀμφοῖν παρῆν οὐκ ἐπιτρέψουσα ὅ τι μὴ φανείη λέξειν. ὡς δὲ τὰς προσηκούσας ἕδρας ἔλαβον ὀλίγον ἐπισχὼν χρόνον ὁ Ῥωμύλος ὑπὸ σπουδῆς τε καὶ τοῦ πρὸς τὸν ἀδελφὸν φθόνου, ἴσως δὲ καὶ ὁ θεὸς οὕτως ἐνῆγε, πρὶν ἢ καὶ ὁτιοῦν σημεῖον θεάσασθαι πέμψας ὡς τὸν ἀδελφὸν ἀγγέλους ἥκειν ἠξίου διαταχέων, ὡς πρότερος ἰδὼν οἰωνοὺς αἰσίους.

ἐν ᾧ δὲ οἱ πεμφθέντες ὑπ αὐτοῦ δι αἰσχύνης ἔχοντες τὴν ἀπάτην οὐ σπουδῇ ἐχώρουν, τῷ Ῥώμῳ γῦπες ἐπισημαίνουσιν ἓξ ἀπὸ τῶν δεξιῶν πετόμενοι. καὶ ο μὲν ἰδὼν τοὺς ὄρνιθας περιχαρὴς ἐγένετο, μετ οὐ πολὺ δὲ οἱ παρὰ τοῦ Ῥωμύλου πεμφθέντες ἀναστήσαντες αὐτὸν ἄγουσιν ἐπὶ τὸ Παλλάντιον. ἐπεὶ δὲ ἐν τῷ αὐτῷ ἐγένοντο ἤρετο μὲν τὸν Ῥωμύλον ὁ Ῥῶμος, οὕσ2τινας οἰωνοὺς ἴδοι πρότερος, ὁ δὲ ἐν ἀπόρῳ γίνεται ὅ τι ἀποκρίναιτο.

ἐν δὲ τούτῳ δώδεκα γῦπες αἴσιοι πετόμενοι ὤφθησαν, οὺς ἰδὼν θαρρεῖ τε καὶ τῷ Ῥώμῳ δείξας λέγει, Τί γὰρ ἀξιοῖς τὰ πάλαι γενόμενα μαθεῖν·

τούσ2δε γὰρ δή που τοὺς οἰωνοὺς αὐτὸς ὁρᾷς. ὁ δὲ ἀγανακτεῖ τε καὶ δεινὰ ποιεῖται, ὡς διηρτημένος ὑπ αὐτοῦ, τῆς τε ἀποικίας οὐ μεθήσεσθαι αὐτῷ φησιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION