호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγουσι δέ τινες αὐτὸν καὶ παῖδας ἐν τοῖς χωρίοις τούτοις, ἃ νῦν Ῥωμαῖοι κατοικοῦσιν, ἐκ δύο γυναικῶν γενομένους καταλιπεῖν:? Πάλλαντα μὲν ἐκ τῆς Εὐάνδρου θυγατρός, ᾗ Λαῦναν ὄνομά φασιν εἶναι, Λατῖνον δὲ ἔκ τινος ὑπερβορίδος κόρης, ἣν πατρὸς εἰς ὁμηρείαν δόντος ἐπήγετο καὶ αὐτὴν μέχρι μέν τινος ἁγνὴν γάμων ἐφύλαττεν, ἐπεὶ δὲ εἰς Ἰταλίαν ἔπλει ἐρασθεὶς ἐγκύμονα ποιεῖ, καὶ ὅτε δὴ ἀπαίρειν εἰς Ἄργος ἔμελλε τῷ βασιλεῖ τῶν Ἀβοριγίνων Φαύνῳ γυναῖκα ποιήσασθαι δίδωσι:
δι ἣν αἰτίαν τοὺς πολλοὺς τὸν Λατῖνον τούτου υἱὸν νομίζειν, οὐχ Ἡρακλέους. Πάλλαντα μὲν οὖν πρὶν ἡβῆσαι λέγουσιν ἀποθανεῖν, Λατῖνον δὲ ἀνδρωθέντα τὴν Ἀβοριγίνων ἀρχὴν παραλαβεῖν.
τούτου δὲ ἄπαιδος ἀρρένων παίδων τελευτήσαντος ἐν τῇ πρὸς τοὺς ὁμόρους Ῥοτόλους μάχῃ περιστῆναι τὴν ἀρχὴν εἰς Αἰνείαν τὸν Ἀγχίσου κηδεστὴν αὐτοῦ γενόμενον. ἀλλὰ ταῦτα μὲν ἐν ἑτέροις χρόνοις ἐγένετο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기