- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 3

(디오니시오스, Antiquitates Romanae, book 1, chapter 3)

αἱ μὲν οὖν ἐπιφανέσταται τῶν πρόσθεν ἡγεμονιῶν, ἃς παρειλήφαμεν ἐκ τῆς ἱστορίας, τοσαύτην ἀκμήν τε καὶ ἰσχὺν λαβοῦσαι κατελύθησαν:? τὰς γὰρ Ἑλληνικὰς δυνάμεις οὐκ ἄξιον αὐταῖς ἀντιπαρεξετάζειν, οὔτε μέγεθος ἀρχῆς οὔτε χρόνον ἐπιφανείας τοσοῦτον ὅσον ἐκεῖναι λαβούσας. Ἀθηναῖοι μέν γε αὐτῆς μόνον ἦρξαν τῆς παραλίου δυεῖν δέοντα ἑβδομήκοντα ἔτη καὶ οὐδὲ ταύτης ἁπάσης, ἀλλὰ τῆς ἐντὸς Εὐξείνου τε πόντου καὶ τοῦ Παμφυλίου πελάγους, ὅτε μάλιστα ἐθαλασσοκράτουν.

Λακεδαιμόνιοι δὲ Πελοποννήσου καὶ τῆς ἄλλης κρατοῦντες Ἑλλάδος ἑώς Μακεδονίας τὴν ἀρχὴν προὐβίβασαν, ἐπαύσθησαν δὲ ὑπὸ Θηβαίων οὐδὲ ὅλα τριάκοντα ἔτη τὴν ἀρχὴν κατασχόντες.

ἡ δὲ Ῥωμαίων πόλις ἁπάσης μὲν ἄρχει γῆς ὅση μὴ ἀνέμβατός ἐστιν, ἀλλ ὑπ ἀνθρώπων κατοικεῖται, πάσης δὲ κρατεῖ θαλάσσης, οὐ μόνον τῆς ἐντὸς Ἡρακλείων στηλῶν, ἀλλὰ καὶ τῆς Ὠκεανίτιδος ὅση πλεῖσθαι μὴ ἀδύνατός ἐστι, πρώτη καὶ μόνη τῶν ἐκ τοῦ παντὸς αἰῶνος μνημονευομένων ἀνατολὰς καὶ δύσεις ὁρ´ους ποιησαμένη τῆς δυναστείας:

χρόνος τε αὐτῇ τοῦ κράτους οὐ βραχύς, ἀλλ ὅσος οὐδεμιᾷ τῶν ἄλλων οὔτε πόλεων οὔτε βασιλειῶν.

εὐθὺς μὲν γὰρ ἐξ ἀρχῆς μετὰ τὸν οἰκισμὸν τὰ πλησίον ἔθην πολλὰ καὶ μάχιμα ὄντα προσήγετο καὶ προὔβαινεν ἀεὶ πᾶν δουλουμένη τὸ ἀντίπαλον:

ταῦτα δὲ πέντε καὶ τετταράκοντα ἤδη πρὸς ἑπτακοσίοις ἔτεσίν ἐστιν εἰς ὑπάτους Κλαύδιον Νέρωνα τὸ δεύτερον καὶ Πείσωνα Καλπούρνιον, οἳ κατὰ τὴν τρίτην ἐπὶ ταῖς ἐνενήκοντα καὶ ἑκατὸν ὀλυμπιάσιν ἀπεδείχθησαν. τέως ἐδόκει μέγιστον ἰσχύειν κατὰ γῆν, οὐδὲν ἔτι ἀντίπαλον ἔχουσα οὔτε βάρβαρον φῦλον οὔτε Ἑλληνικὸν γενεὰν ἑβδόμην ἤδη τὴν ἐπ ἐμοῦ διαμένει παντὸς ἄρχουσα τόπου:

ἔθνος δὲ οὐδὲν ὡς εἰπεῖν ἐστιν, ὃ περὶ τῆς κοινῆς ἡγεμονίας ἢ τοῦ μὴ ἄρχεσθαι πρὸς αὐτὴν διαφέρεται.

ἀλλὰ γὰρ ὅτι μὲν οὔτε τὴν ἐλαχίστην τῶν ὑποθέσεων προῄρημαι, καθάπερ ἔφην, οὔτε περὶ φαύλας καὶ ἀσήμους πράξεις ἔγνωκα διατρίβειν, ἀλλὰ περί τε πόλεως γράφω τῆς περιφανεστάτης καὶ περὶ πράξεων ὧν οὐκ ἂν ἔχοι τις ἑτέρας ἐπιδείξασθαι λαμπροτέρας, οὐκ οἶδ ὅ,τι δεῖ πλείω λέγειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION