호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μάγων δ ἐν πολεμίᾳ χώρᾳ στρατοπεδεύων, καὶ τῶν ἀναγκαίων ἐνδεὴς ἀεὶ μᾶλλον γινόμενος, οὐ μετρίως ἠλαττοῦτο:? καὶ γὰρ οἱ περὶ τὸν Ἄγυριν τῆς χώρας ἔμπειροι καθεστῶτες ἐν ταῖς ἐνέδραις ἐπλεονέκτουν καὶ τὰς ἀγορὰς τῶν πολεμίων ἀφῃροῦντο. λεγόντων δὲ τῶν Συρακοσίων διὰ μάχης κρίνειν ὡς τάχιστα τὰ πράγματα, Διονύσιος ἠναντιοῦτο λέγων χωρὶς κινδύνων τῷ χρόνῳ καὶ τῇ σπάνει καταφθαρήσεσθαι τοὺς βαρβάρους:
ἐφ οἷς παροργισθέντες οἱ Συρακόσιοι κατέλιπον τὸν Διονύσιον. ὁ δὲ τὸ μὲν πρῶτον εὐλαβούμενος ἐπ ἐλευθερίαν ἐκάλει τοὺς οἰκέτας, μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν Καρχηδονίων ὑπὲρ εἰρήνης ὑπακούσας ἀναπομπίμους τοῖς κυρίοις ἐποίησε, πρὸς δὲ τοὺς Καρχηδονίους εἰρήνην ἐποιήσατο.
ἦσαν δ αἱ συνθῆκαι τὰ μὲν ἄλλα παραπλήσιαι ταῖς πρότερον, Σικελοὺς δὲ δεῖν ὑπὸ Διονύσιον τετάχθαι καὶ παραλαβεῖν αὐτὸν τὸ Ταυρομένιον.
μετὰ δὲ τὰς συνθήκας Μάγων μὲν ἀπέπλευσε, Διονύσιος δὲ παραλαβὼν τὸ Ταυρομένιον τοὺς μὲν πλείστους τῶν ἐκεῖ Σικελῶν ἐξέβαλεν, τῶν δ ἰδίων μισθοφόρων τοὺς ἐπιτηδειοτάτους ἐπιλέξας κατῴκισεν. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι Φαλίσκον πόλιν ἐκ τοῦ Φαλίσκων ἔθνους ἐξεπόρθησαν.
τοῦ δ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοτέλης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι τρεῖς, Μάρκος Φούριος, Γάιος Αἰμίλιος.
τούτων δὲ τὴν ἀρχὴν παρειληφότων οἱ λακωνίζοντες τῶν Ῥοδίων ἐπαναστάντες τῷ δήμῳ τοὺς τὰ τῶν Ἀθηναίων φρονοῦντας ἐξέβαλον ἐκ τῆς πόλεως. συνδραμόντων δ αὐτῶν ἐν τοῖς ὅπλοις καὶ πειρωμένων ἀντέχεσθαι τῶν πραγμάτων, ἐπεκράτησαν οἱ Λακεδαιμονίοις συμμαχοῦντες, καὶ πολλοὺς μὲν ἐφόνευσαν, τοὺς δὲ διαφυγόντας ἐξεκήρυξαν.
εὐθὺς δὲ καὶ πρέσβεις ἀπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, εὐλαβούμενοι μή τινες τῶν πολιτῶν νεωτερίσωσιν. Λακεδαιμόνιοι δ αὐτοῖς ἀπέστειλαν ἑπτὰ τριήρεις καὶ τοὺς ἀφηγησομένους τῶν πραγμάτων τρεῖς ἄνδρας, Εὐδόκιμον καὶ Φιλόδοκον καὶ Διφίλαν.
οὗτοι δὲ πρῶτον εἰς Σάμον κομισθέντες ἀπέστησαν τὴν πόλιν Ἀθηναίων, ἔπειτα καταπλεύσαντες εἰς Ῥόδον τῶν ἐνταῦθα πραγμάτων εἶχον τὴν ἐπιμέλειαν. οἱ δὲ Λακεδαιμόνιοι, προχωρούντων αὐτοῖς τῶν πραγμάτων, ἔγνωσαν ἀντέχεσθαι τῆς θαλάττης, καὶ πάλιν ἐκ τοῦ κατ ὀλίγον ἐκράτουν τῶν συμμάχων ἀθροίσαντες ναυτικόν.
οὗτοι μὲν οὖν εἴς τε Σάμον καὶ Κνίδον καὶ Ῥόδον κατέπλευσαν, καὶ πανταχόθεν ναῦς τε καὶ τοὺς ἀρίστους καταγράφοντες ἐπιβάτας ἐξήρτυον πολυτελῶς τριήρεις εἴκοσιν ἑπτά. Ἀγησίλαος δ ὁ τῶν Λακεδαιμονίων βασιλεύς, ἀκούων τοὺς Ἀργείους περὶ τὴν Κόρινθον διατρίβοντας, ἐξήγαγε τοὺς Λακεδαιμονίους πανδημεὶ πλὴν μιᾶς μόρας.
ἐπελθὼν δὲ τὴν Ἀργείαν πᾶσαν τὰς μὲν κτήσεις διήρπασεν, τὴν δὲ χώραν δενδροτομήσας εἰς τὴν Σπάρτην ἀπεχώρησεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기