호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ τὴν Ἰταλίαν κατοικοῦντες Ἕλληνες ἑώρων μὲν μέχρι τῆς ἑαυτῶν χώρας προβαίνουσαν τὴν Διονυσίου πλεονεξίαν, συμμαχίαν δὲ πρὸς ἀλλήλους ἐποιήσαντο καὶ συνέδριον ἐγκατεσκεύαζον.? ἤλπιζον γὰρ τὸν Διονύσιον ῥᾳδίως ἀμυνεῖσθαι καὶ τοῖς παροικοῦσι Λευκανῶν ἀντιτάξεσθαι: καὶ γὰρ οὗτοι τότε διεπολέμουν πρὸς αὐτούς. οἱ δὲ τὸ Λέχαιον τῆς Κορινθίας κατέχοντες φυγάδες νυκτὸς ὑπό τινων εἰσαχθέντες ἐνεχείρησαν μὲν καταλαμβάνειν τὰ τείχη, τῶν δὲ μετ Ἰφικράτους ἐκβοηθησάντων τριακοσίους ἐξ αὑτῶν ἀποβαλόντες ἔφυγον ἐπὶ τὸν ναύσταθμον.
μετὰ δέ τινας ἡμέρας τῶν Λακεδαιμονίων μέρος τῆς στρατιᾶς διῄει διὰ τῆς Κορινθίας χώρας, οἷς Ἰφικράτης καί τινες τῶν ἐν Κορίνθῳ συμμάχων ἐπιπεσόντες τοὺς πλείστους ἀνεῖλον. Ἰφικράτης δὲ μετὰ τῶν πελταστῶν ἐπὶ Φλιασίαν στρατεύσας, καὶ μάχην τοῖς ἐκ τῆς πόλεως συνάψας, τούτων μὲν πλείους τριακοσίων ἀπέκτεινε:
μετὰ δὲ ταῦτα ἐπὶ Σικυῶνα αὐτοῦ πορευθέντος, οἱ Σικυώνιοι παραταξάμενοι πρὸ τῶν τειχῶν ἀπέβαλον περὶ πεντακοσίους καὶ συνέφυγον εἰς τὴν πόλιν. τούτων δὲ πραχθέντων Ἀργεῖοι μετὰ τῶν ὅπλων πανδημεὶ στρατεύσαντες εἰς Κόρινθον τήν τ ἀκρόπολιν κατελάβοντο καὶ τὴν πόλιν ἐξιδιοποιησάμενοι τὴν Κορινθίων χώραν Ἀργείαν ἐποίησαν.
ἐπεβάλετο δὲ καὶ Ἰφικράτης ὁ Ἀθηναῖος καταλαβέσθαι τὴν πόλιν, ἐπιτήδειον οὖσαν εἰς τὴν τῆς Ἑλλάδος ἡγεμονίαν:
τοῦ δὲ δήμου κωλύσαντος οὗτος μὲν ἀπέθετο τὴν ἀρχήν, οἱ δ Ἀθηναῖοι Χαβρίαν ἀντ αὐτοῦ στρατηγὸν εἰς τὴν Κόρινθον ἐξέπεμψαν. κατὰ δὲ τὴν Μακεδονίαν Ἀμύντας ὁ Φιλίππου πατὴρ Ἰλλυριῶν ἐμβαλόντων εἰς Μακεδονίαν ἐξέπιπτεν ἐκ τῆς χώρας:
ἀπογνοὺς δὲ τὴν ἀρχὴν Ὀλυνθίοις μὲν τὴν σύνεγγυς χώραν ἐδωρήσατο, αὐτὸς δὲ τότε μὲν ἀπέβαλε τὴν βασιλείαν, μετ ὀλίγον δὲ χρόνον ὑπὸ Θετταλῶν καταχθεὶς ἀνεκτήσατο τὴν ἀρχήν, καὶ ἐβασίλευσεν ἔτη εἴκοσι τέτταρα. ἔνιοι δέ φασι μετὰ τὴν ἔκπτωσιν τὴν Ἀμύντου διετῆ χρόνον Ἀργαῖον βασιλεῦσαι τῶν Μακεδόνων, καὶ τότε τὸν Ἀμύνταν ἀνακτήσασθαι τὴν βασιλείαν.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기