호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀγωνισάμενοσ δὲ λαμπρῶσ καὶ πολλοὺσ τῶν πολεμίων ἀνελών, τὸ τελευταῖον ἀξίωσ τῆσ πατρίδοσ ἀνῃρέθη μαχόμενοσ. οἱ δὲ περὶ τὸν Κόνωνα μέχρι τῆσ γῆσ καταδιώξαντεσ τοὺσ Λακεδαιμονίουσ πεντήκοντα μὲν τριήρων ἐκυρίευσαν, τῶν δ’ ἀνδρῶν οἱ πλεῖστοι μὲν ἐκκολυμβήσαντεσ κατὰ γῆν ἔφυγον, ἑάλωσαν δὲ περὶ πεντακοσίουσ· αἱ δὲ λοιπαὶ τριήρεισ εἰσ Κνίδον διεσώθησαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기