호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ’ ἀποστάται μιγάδεσ ὄντεσ οὔθ’ ἡγεμόνασ ἀξιοχρέουσ εἶχον, τὸ δὲ μέγιστον, αὐτοῖσ μὲν διὰ τὸ πλῆθοσ ἐξέλειπον αἱ τροφαί, τοῖσ δὲ Καρχηδονίοισ κατὰ θάλατταν ἐκ Σαρδοῦσ παρεκομίζοντο, καὶ πρὸσ ἀλλήλουσ ἐστασίαζον περὶ τῆσ ἡγεμονίασ, καί τινεσ αὐτῶν χρήμασιν ὑπὸ Καρχηδονίων διαφθαρέντεσ ἐγκατέλειπον τὰσ κοινὰσ ἐλπίδασ. ὅθεν διά τε τὴν σπάνιν τῆσ τροφῆσ καί τινων προδοσίαν, οὗτοι μὲν διαλυθέντεσ εἰσ τὰσ πατρίδασ ἀπήλλαξαν τοῦ μεγίστου φόβου Καρχηδονίουσ. καὶ τὰ μὲν κατὰ Λιβύην ἐν τούτοισ ἦν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기