호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὐθὺ δ’ αἵ τε ναῦσ ἅπασαι τὸν ἐπίπλουν ἐποιήσαντο, καὶ κατὰ τὰσ τῶν φρουρίων ἁλώσεισ ἐπαλαλάξαντοσ τοῦ στρατοπέδου περιδεεῖσ οἱ βάρβαροι καθειστήκεισαν. ἐξ ἀρχῆσ μὲν γὰρ ἐπὶ τὸ πεζὸν στράτευμα πάντεσ συνέδραμον, ἀμυνόμενοι τοὺσ τὴν παρεμβολὴν πολιορκοῦντασ· ὡσ δὲ καὶ τὸν τῶν νεῶν ἐπίπλουν εἶδον, πάλιν ἐξεβοήθουν ἐπὶ τὸν ναύσταθμον· καταταχούμενοι δ’ ὑπὸ τῆσ ὀξύτητοσ τοῦ καιροῦ τὴν ἑαυτῶν σπουδὴν εἶχον ἄπρακτον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기