호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Διονύσιοσ δὲ τὸ μὲν πρῶτον τοῖσ παρακαλοῦσι πειθόμενοσ ἕτοιμοσ ἦν ἄγειν τὴν δύναμιν ἐπὶ Ἰμίλκωνα· ὡσ δέ τινεσ τῶν φίλων ἔλεγον αὐτῷ, ὅτι κινδυνεύσει τὴν πόλιν ἀποβαλεῖν, ἐὰν Μάγων ἀναχθῇ μετὰ τοῦ στόλου παντὸσ ἐπὶ Συρακουσῶν, εὐθέωσ μετενόησε· καὶ γὰρ τὴν Μεσσήνην ᾔδει τῷ παραπλησίῳ τρόπῳ τοῖσ βαρβάροισ ὑποχείριον γεγενημένην. ὥστε οὐκ ἀσφαλὲσ εἶναι νομίζων ἔρημον ποιῆσαι τὴν πόλιν τῶν ἀμυνομένων, ἀνέζευξεν ἐπὶ Συρακουσῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기