호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἰμίλκων δὲ τῶν πραγμάτων προχωρούντων κατὰ γνώμην παρεσκευάζετο τὴν στρατιὰν ἀνάγειν ἐπὶ Μεσσήνησ, σπεύδων αὐτῆσ κυριεῦσαι διὰ τὴν εὐκαιρίαν τῶν τόπων· ὅ τε γὰρ ἐν αὐτῇ λιμὴν εὔθετοσ ἦν, δυνάμενοσ δέχεσθαι πάσασ τὰσ ναῦσ, οὔσασ πλείω τῶν ἑξακοσίων, τά τε περὶ τὸν πορθμὸν οἰκεῖα ποιησάμενοσ Ἰμίλκων ἤλπιζε τὰσ τῶν Ἰταλιωτῶν βοηθείασ ἐμφράξειν καὶ τοὺσ ἐκ Πελοποννήσου στόλουσ ἐπισχεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기