호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέλλων δὲ μέγαν ἐξεγείρειν πόλεμον, ταῖσ κατὰ τὴν νῆσον πόλεσι φιλανθρώπωσ προσεφέρετο, τὴν εὔνοιαν αὐτῶν ἐκκαλούμενοσ. τοὺσ δὲ παρὰ τὸν πορθμὸν κατοικοῦντασ Ῥηγίνουσ τε καὶ Μεσσηνίουσ ὁρῶν ἱκανὴν δύναμιν ἔχοντασ συντεταγμένην, εὐλαβεῖτο μήποτε τῶν Καρχηδονίων διαβάντων εἰσ Σικελίαν ἐκείνοισ πρόσθωνται· οὐ μικρὰν γὰρ αἱ πόλεισ αὗται ῥοπὴν εἶχον, ὁποτέροισ εἰσ τὸν πόλεμον συμμαχήσειαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기