호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἁμάξιτον μὲν οὖν καὶ Κολώνασ καὶ Ἀρίσβαν εἷλεν ἐξ ἐφόδου· μετὰ δὲ ταῦτα Ἴλιον καὶ Κεβρηνίαν καὶ τὰσ ἄλλασ ἁπάσασ τὰσ κατὰ τὴν Τρῳάδα ἃσ μὲν δόλῳ παρέλαβεν, ἃσ δ’ ἐκ βίασ ἐχειρώσατο. μετὰ δὲ ταῦτα πρὸσ Φαρνάβαζον ὀκταμηνιαίουσ ἀνοχὰσ ποιησάμενοσ, ἐστράτευσεν ἐπὶ Θρᾷκασ τοὺσ περὶ Βιθυνίαν τότε κατοικοῦντασ· πορθήσασ δ’ αὐτῶν τὴν χώραν ἀπήγαγε τὴν δύναμιν εἰσ παραχειμασίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기