호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Παυσανίασ δὲ ὁ τῶν Λακεδαιμονίων βασιλεύσ, φθονῶν μὲν τῷ Λυσάνδρῳ, θεωρῶν δὲ τὴν Σπάρτην ἀδοξοῦσαν παρὰ τοῖσ Ἕλλησιν, ἀνέζευξε μετὰ δυνάμεωσ πολλῆσ, καὶ παραγενηθεὶσ εἰσ Ἀθήνασ διήλλαξε τοὺσ ἐν τῇ πόλει πρὸσ τοὺσ φυγάδασ. διόπερ Ἀθηναῖοι μὲν ἐκομίσαντο τὴν πατρίδα καὶ τὸ λοιπὸν τοῖσ ἰδίοισ νόμοισ ἐπολιτεύοντο, τοῖσ δ’ εὐλαβουμένοισ, μή τι πάθωσι διὰ τὰ γενόμενα κατὰ τὸ συνεχὲσ αὐτῶν ἀδικήματα, τὴν Ἐλευσῖνα κατοικεῖν συνεχώρησαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기