호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διόπερ ἀθυμία τὸ στρατόπεδον ὑπεδύετο καὶ δέοσ, ἀνακάμπτειν μὲν εἰσ ἀπώλειαν οὐ βουλομένων, προάγειν δὲ διὰ τὸ πλῆθοσ τῶν χιόνων οὐ δυναμένων. τοῦ δὲ χειμῶνοσ ἐπίτασιν λαμβάνοντοσ ἐπεγενήθη πνευμάτων μέγεθοσ μετὰ πολλῆσ χαλάζησ, ὥστε τοῦ συρμοῦ κατὰ πρόσωπον ὄντοσ ἀναγκασθῆναι καθίσαι τὴν δύναμιν ἅπασαν· ἕκαστοσ γὰρ τὴν ἐκ τῆσ ὁδοιπορίασ κακοπάθειαν ὑπομένειν ἀδυνατῶν, οὗ ποτε τύχοι, μένειν ἠναγκάζετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기