호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα ἐπὶ Λεοντίνουσ στρατεύσασ ἁπάσῃ τῇ δυνάμει τὴν πόλιν περιεστρατοπέδευσε, καὶ πρὸσ τοὺσ ἔνδον διαπρεσβευσάμενοσ ἐκέλευσεν αὐτοὺσ παραδιδόναι τὴν πόλιν καὶ μετέχειν τῆσ ἐν Συρακούσαισ πολιτείασ. οἱ δὲ Λεοντῖνοι, βοήθειαν μὲν οὐδεμίαν ἕξειν προσδοκῶντεσ, τὰσ δὲ Ναξίων καὶ Καταναίων συμφορὰσ ἀναλογιζόμενοι, κατεπλήττοντο, φοβούμενοι μὴ τοῖσ αὐτοῖσ περιπέσωσι δυστυχήμασιν. διόπερ εἴξαντεσ τῷ καιρῷ συνεχώρησαν, καὶ τὴν πόλιν ἐκλιπόντεσ εἰσ Συρακούσασ μετῴκησαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기