호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα Νικάνορος καταπλεύσαντος εἰς τὸν Πειραιᾶ κεκοσμημένῳ τῷ στόλῳ τοῖς ἀπὸ τῆς νίκης ἀκροστολίοις τὸ μὲν πρῶτον ἀποδοχῆς αὐτὸν ἠξίωσε μεγάλης ὁ Κάσανδρος διὰ τὰς εὐημερίας, μετὰ δὲ ταῦτα ὁρῶν αὐτὸν ὄγκου πλήρη καὶ πεφρονηματισμένον, ἔτι δὲ τὴν Μουνυχίαν διὰ τῶν ἑαυτοῦ στρατιωτῶν φρουροῦντα, κρίνας αὐτὸν ἀλλότρια φρονεῖν ἐδολοφόνησεν.? ἐστράτευσε δὲ καὶ εἰς Μακεδονίαν καὶ πολλοὺς ἔσχε τῶν ἐγχωρίων ἀφισταμένους πρὸς αὐτόν. ὁμοίως δὲ καὶ εἰς τὰς Ἑλληνίδας πόλεις ἐνέπεσέν τις ὁρμὴ τῆς Ἀντιπάτρου συμμαχίας.
ὁ μὲν γὰρ Πολυπέρχων ἀργῶς ἐδόκει καὶ ἀφρόνως προστατεῖν τῆς τε βασιλείας καὶ τῶν συμμάχων, ὁ δὲ Κάσανδρος ἐπιεικῶς προσφερόμενος πᾶσι καὶ κατὰ τὰς πράξεις ἐνεργὸς ὢν πολλοὺς εἶχεν αἱρετιστὰς τῆς αὑτοῦ δυναστείας. ἐπεὶ δὲ κατὰ τὸν ἑπόμενον ἐνιαυτὸν Ἀγαθοκλῆς ἐγένετο τύραννος τῶν Συρακοσίων, ταύτην μὲν τὴν βύβλον αὐτοῦ περιγράψομεν κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν, τῆς δ ἐχομένης τὴν ἀρχὴν ἀπὸ τῆς Ἀγαθοκλέους τυραννίδος ποιησάμενοι διέξιμεν τὰς οἰκείας τῇ γραφῇ πράξεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기