- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 62

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 62)

παραδόξου δὲ καὶ ταχείας τῆς περὶ τὸν Εὐμενῆ γενομένης αὐξήσεως Πτολεμαῖος μὲν μετὰ στόλου πλεύσας εἰς Ζεφύριον τῆς Κιλικίας διεπέμπετο πρὸς τοὺς τῶν ἀργυρασπίδων ἡγεμόνας, παρακαλῶν μὴ προσέχειν τῷ Εὐμενεῖ, καθ οὗ πάντες Μακεδόνες θάνατον κατέγνωσαν.? ὁμοίως δὲ πρὸς τοὺς ἐπὶ τῶν ἐν Κυϊ´νδοις φρουρίων τεταγμένους ἐξέπεμψε, διαμαρτυρόμενος μὴ διδόναι μηδὲν τῶν χρημάτων Εὐμενεῖ καὶ τὴν ἀσφάλειαν αὐτοῖς ἐπηγγείλατο παρέξεσθαι.

ἀλλὰ τούτῳ μὲν οὐδεὶς προσεῖχε διὰ τὸ τοὺς βασιλεῖς καὶ τὸν ἐπιμελητὴν αὐτῶν Πολυπέρχοντα, ἔτι δὲ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα γεγραφέναι πάντα ὑπηρετεῖν Εὐμενεῖ, ὡς ὄντι τῆς βασιλείας αὐτοκράτορι στρατηγῷ. μάλιστα δ Ἀντιγόνῳ δυσηρέστει τότε τὰ περὶ τὴν Εὐμενοῦς προαγωγὴν καὶ τὸ μέγεθος τῆς περὶ αὐτὸν συνισταμένης ἐξουσίας:

ὑπελάμβανε γὰρ ὑπὸ τοῦ Πολυπέρχοντος τοῦτον ἑαυτῷ κατασκευάζεσθαι μέγιστον ἀντίπαλον ἀποστάτῃ γεγονότι τῆς βασιλείας. διόπερ κρίνας ἐπιβουλὴν συστήσασθαι κατ αὐτοῦ προεχειρίσατο τῶν φίλων Φιλώταν καὶ τούτῳ μὲν ἔδωκεν ἐπιστολὴν γεγραμμένην πρός τε τοὺς ἀργυράσπιδας καὶ τοὺς ἄλλους τοὺς μετ Εὐμενοῦς Μακεδόνας, συνεξέπεμψε δὲ αὐτῷ καὶ ἄλλους τριάκοντα Μακεδόνας τῶν περιέργων καὶ λάλων, οἷς ἦν προστεταγμένον κατ ἰδίαν ἐντυχεῖν τοῖς ἡγεμόσι τῶν ἀργυρασπίδων Ἀντιγένει καὶ Τευτάμῳ καὶ διὰ τούτων συστήσασθαί τινα κατ Εὐμενοῦς ἐπιβουλήν, δωρεάς τε μεγάλας ἐπαγγελλομένους καὶ σατραπείας μείζονας, ὁμοίως δὲ καὶ τῶν ἀργυρασπίδων τοῖς γνωριζομένοις καὶ πολίταις ἐντυγχάνειν καὶ διαφθείρειν δωρεαῖς πρὸς τὴν κατ Εὐμενοῦς ἐπιβουλήν.

τῶν μὲν οὖν ἄλλων οὐδένα πεῖσαι κατίσχυσαν, Τεύταμος δὲ ὁ τῶν ἀργυρασπίδων ἡγεμὼν διαφθαρεὶς ἐπεβάλετο καὶ τὸν συνάρχοντα Ἀντιγένην πεῖσαι κοινωνῆσαι τῆς πράξεως.

ὁ δ Ἀντιγένης, συνέσει καὶ πίστεως βεβαιότητι διαφέρων, οὐ μόνον ἀντεῖπεν, ἀλλὰ καὶ μετέπεισε τὸν προδιεφθαρμένον.

ἐδίδαξε γὰρ αὐτὸν συμφέρειν ζῆν τὸν Εὐμενῆ μᾶλλον ἢ τὸν Ἀντίγονον: ἐκεῖνον μὲν γὰρ εἰς πλεῖον ἰσχύσαντα παρελεῖσθαι τὰς σατραπείας αὐτῶν καὶ ἀντικαταστήσειν ἐκ τῶν αὐτοῦ φίλων, Εὐμενῆ δὲ ξένον ὄντα μηδέποτ ἰδιοπραγῆσαι τολμήσειν, ἀλλὰ στρατηγὸν ὄντα φίλοις αὐτοῖς χρήσεσθαι καὶ συμπράξασι φυλάξειν αὐτοῖς τὰς σατραπείας, τάχα δὲ καὶ ἄλλας προσδώσειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION