- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 53

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 53)

ἡμεῖς δὲ διεληλυθότες τὰ περὶ Ἀντίγονον μεταβιβάσομεν τὴν ἀναγραφὴν ἐπὶ τὰ συμβάντα περὶ Εὐμενῆ.? οὗτος γὰρ μεγάλαις καὶ παραδόξοις μεταβολαῖς χρώμενος διετέλεσεν ἀεὶ παρ ἐλπίδας ἀγαθῶν τε καὶ κακῶν μεταλαμβάνων. πρὸ μὲν γὰρ τούτων τῶν καιρῶν συναγωνιζόμενος Περδίκκᾳ τε καὶ τοῖς βασιλεῦσιν ἔλαβε σατραπείαν Καππαδοκίαν καὶ τοὺς συνορίζοντας ταύτῃ τόπους, ἐν οἷς μεγάλων δυνάμεων καὶ πολλῶν χρημάτων κυριεύσας περιβόητον ἔσχε τὴν εὐτυχίαν.

κρατερὸν μὲν γὰρ καὶ Νεοπτόλεμον, διωνομασμένους ἡγεμόνας καὶ τὰς ἀνικήτους τῶν Μακεδόνων ἔχοντας δυνάμεις, ἐνίκησε παρατάξει καὶ αὐτοὺς κατὰ τὴν μάχην ἀνεῖλεν.

δόξας δὲ ἀνυπόστατος εἶναι τηλικαύτης ἐπειράθη μεταβολῆς ὥστε ὑπ Ἀντιγόνου μεγάλῃ παρατάξει λειφθῆναι καὶ μετ ὀλίγων φίλων ἀναγκασθῆναι καταφυγεῖν εἴς τι χωρίον παντελῶς μικρόν.

εἰς τοῦτο δ ἐγκλεισθεὶς καὶ περιληφθεὶς ὑπὸ τῶν πολεμίων διπλοῖς τείχεσιν οὐδένα βοηθὸν ἔσχε τῆς ἰδίας συμφορᾶς. ἐνιαυσίου δ οὔσης τῆς πολιορκίας καὶ τῆς σωτηρίας ἀπογινωσκομένης ἄφνω παράδοξος λύσις ἐφάνη τῶν ἀτυχημάτων.

ὁ γὰρ πολιορκῶν τὸν Εὐμενῆ καὶ σπεύδων ἀνελεῖν Ἀντίγονος ἐκ μεταβολῆς παρεκάλεσεν αὐτὸν πρὸς κοινοπραγίαν καὶ λαβὼν διὰ τῶν ὁρ´κων τὰς πίστεις τῆς πολιορκίας ἀπελύθη. μετὰ δέ τινα χρόνον ἀνελπίστως διασωθεὶς τότε μὲν περὶ τὴν Καππαδοκίαν διέτριβεν ἀναλαμβάνων τοὺς προγεγονότας φίλους καὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν συνεστρατευκότων αὐτῷ πρότερον.

ἀγαπώμενος δὲ διαφερόντως ταχὺ πολλοὺς ἔσχε κοινωνοὺς τῶν αὐτῶν ἐλπίδων καὶ πρὸς τὴν μετ αὐτοῦ στρατείαν ὑπακούοντας. τέλος δὲ ἐν ὀλίγαις ἡμέραις χωρὶς τῶν ἐν τῷ φρουρίῳ συμπεπολιορκημένων φίλων πεντακοσίων ἔσχε στρατιώτας ἐθελοντὶ ὑπακούοντας πλείους τῶν δισχιλίων.

τῆς τύχης δ αὐτῷ συνεργούσης τηλικαύτην ἔλαβεν αὔξησιν ὥστε παραλαβεῖν τὰς βασιλικὰς δυνάμεις καὶ προστῆναι τῶν βασιλέων πρὸς τοὺς καταλύειν αὐτῶν τὴν ἀρχὴν τετολμηκότας. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον ἀκριβέστερον διέξιμεν ἐν τοῖς οἰκείοις καιροῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION