- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 44

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 44)

ἐπ ἄρχοντος δ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Ποπίλλιον καὶ Κόιντον Πόπλιον.? ἐπὶ δὲ τούτων Ἀντίγονος καταπεπολεμηκὼς τοὺς περὶ τὸν Εὐμενῆ ἔκρινε στρατεύειν ἐπὶ τὸν Ἀλκέταν καὶ Ἄτταλον: οὗτοι γὰρ ὑπελείποντο τῶν Περδίκκου φίλων καὶ οἰκείων ἡγεμόνες μὲν ἀξιόλογοι, στρατιώτας δ ἔχοντες ἱκανοὺς ἀμφισβητῆσαι πραγμάτων. ἀναζεύξας οὖν μετὰ πάσης τῆς δυνάμεως ἐκ Καππαδοκίας προῆγεν ἐπὶ τὴν Πισιδικήν, ἐν ᾗ συνέβαινε διατρίβειν τοὺς περὶ τὸν Ἀλκέταν. ὀξεῖαν δὲ καὶ παντελῶς ἐπιτεταμένην τὴν πορείαν ποιησάμενος ἐν ἡμέραις ἑπτὰ καὶ ταῖς ἴσαις νυξὶ διήνυσε σταδίους δισχιλίους καὶ πεντακοσίους εἰς τὴν ὀνομαζομένην Κρητῶν πόλιν.

λαθὼν δὲ τοὺς πολεμίους διὰ τὴν ὀξύτητα τῆς πορείας καὶ γενόμενος πλησίον αὐτῶν ἀγνοούντων τὴν παρουσίαν ἔφθασεν ἀκρολοφίας τινὰς καὶ δυσχωρίας προκαταλαβόμενος. οἱ δὲ περὶ τὸν Ἀλκέταν πυθόμενοι τὴν παρουσίαν τῶν πολεμίων τὴν μὲν φάλαγγα ταχέως ἐξέταξαν, τοῖς δ ἱππεῦσι προσπεσόντες τοῖς τὴν ἀκρώρειαν προκατέχουσιν ἐφιλοτιμοῦντο βίᾳ κρατῆσαι καὶ ἀπὸ τῆς ἀκρολοφίας ἐκβαλεῖν.

γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ πολλῶν παρ ἀμφοτέρων πεσόντων ὁ μὲν Ἀντίγονος ἔχων ἱππεῖς ἑξακισχιλίους ἀπὸ κράτους ἤλαυνεν ἐπὶ τὴν τῶν ἐναντίων φάλαγγα, σπεύδων ἀποκόψαι τῶν περὶ τὸν Ἀλκέταν τὴν ἐπὶ ταύτην καταφυγήν.

οὗ συντελεσθέντος οἱ μὲν ἐπὶ τῆς ἀκρωρείας ὄντες, πολὺ τοῖς τε πλήθεσιν ὑπερέχοντες καὶ τῇ δυσχωρίᾳ τῶν τόπων πλεονεκτοῦντες, ἐτρέψαντο τοὺς προσμαχομένους.

οἱ δὲ περὶ τὸν Ἀλκέταν τῆς μὲν ἐπὶ τοὺς πεζοὺς καταφυγῆς ἀποκεκλεισμένοι, τῷ δὲ πλήθει τῶν πολεμίων εἰς μέσον ἀπειλημμένοι πρόδηλον εἶχον τὴν ἀπώλειαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION