호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ μὲν οὖν ἁρμάμαξα, τοιαύτην ἔχουσα τὴν κατασκευὴν καὶ διὰ τῆς ὁράσεως μᾶλλον ἢ τῆς ἀπαγγελίας φαινομένη μεγαλοπρεπεστέρα, πολλοὺς ἐπεσπᾶτο θεωροὺς διὰ τὴν περιβόητον δόξαν:? οἱ γὰρ ἐκ τῶν πόλεων καθ ἃς αἰεὶ γίνοιτο πανδημεὶ συνήντων καὶ πάλιν προέπεμπον, οὐκ ἐμπιμπλάμενοι τῆς κατὰ τὴν θεωρίαν τέρψεως. ἀκολούθως δὲ ταύτῃ τῇ μεγαλοπρεπείᾳ παρηκολούθει πλῆθος ὁδοποιῶν καὶ τεχνιτῶν, ἔτι δὲ τῶν στρατιωτῶν παραπεμπόντων.
Ἀρριδαῖος μὲν οὖν σχεδὸν ἔτη δύο καταναλώσας περὶ τὴν κατασκευὴν τῶν ἔργων ἀπεκόμισε τὸ σῶμα τοῦ βασιλέως ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον: Πτολεμαῖος δὲ τιμῶν τὸν Ἀλέξανδρον ἀπήντησε μετὰ δυνάμεως μέχρι τῆς Συρίας καὶ παραλαβὼν τὸ σῶμα τῆς μεγίστης φροντίδος ἠξίωσεν.
ἔκρινε γὰρ ἐπὶ τοῦ παρόντος εἰς μὲν Ἄμμωνα μὴ παρακομίζειν, κατὰ δὲ τὴν ἐκτισμένην ὑπ αὐτοῦ πόλιν, ἐπιφανεστάτην οὖσαν σχεδόν τι τῶν κατὰ τὴν οἰκουμένην, ἀποθέσθαι. κατεσκεύασεν οὖν τέμενος κατὰ τὸ μέγεθος καὶ κατὰ τὴν κατασκευὴν τῆς Ἀλεξάνδρου δόξης ἄξιον, ἐν ᾧ κηδεύσας αὐτὸν καὶ θυσίαις ἡρωικαῖς καὶ ἀγῶσι μεγαλοπρεπέσι τιμήσας οὐ παρ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παρὰ θεῶν καλὰς ἀμοιβὰς ἔλαβεν.
οἱ μὲν γὰρ ἄνθρωποι διὰ τὸ τῆς ψυχῆς εὐχάριστον καὶ μεγαλόψυχον συνέτρεχον πάντοθεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ προθύμως ἑαυτοὺς εἰς τὴν στρατείαν παρείχοντο, καίπερ τῆς βασιλικῆς δυνάμεως μελλούσης πολεμεῖν πρὸς Πτολεμαῖον, καὶ κινδύνων προδήλων καὶ μεγάλων ὄντων ὅμως ἅπαντες τὴν τούτου σωτηρίαν τοῖς ἰδίοις κινδύνοις ἑκουσίως περιεποιήσαντο:
οἱ δὲ θεοὶ διὰ τὴν ἀρετὴν καὶ εἰς πάντας τοὺς φίλους ἐπιείκειαν ἐκ τῶν μεγίστων κινδύνων παραδόξως αὐτὸν διέσωσαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기