- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 1

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 1)

Πυθαγόρας ὁ Σάμιος καί τινες ἕτεροι τῶν παλαιῶν φυσικῶν ἀπεφήναντο τὰς ψυχὰς τῶν ἀνθρώπων ὑπάρχειν ἀθανάτους, ἀκολούθως δὲ τῷ δόγματι τούτῳ καὶ προγινώσκειν αὐτὰς τὰ μέλλοντα καθ ὃν ἂν καιρὸν ἐν τῇ τελευτῇ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν ποιῶνται.? τούτοις δὲ ἐοίκε συμφωνεῖν καὶ ὁ ποιητὴς Ὅμηρος, παρεισάγων τὸν Ἕκτορα κατὰ τὸν τῆς τελευτῆς καιρὸν προλέγοντα τῷ Ἀχιλλεῖ τὸν μέλλοντα συντόμως αὐτῷ συνακολουθήσειν θάνατον.

ὁμοίως δὲ καὶ κατὰ τοὺς νεωτέρους χρόνους ἐπὶ πολλῶν καταστρεφόντων τὸν βίον ἱστορεῖται γεγονέναι τὸ προειρημένον καὶ μάλιστα ἐπὶ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς.

οὗτος γὰρ ἐν Βαβυλῶνι μεταλλάττων τὸν βίον, κατὰ τὴν ἐσχάτην ἀναπνοὴν ἐρωτηθεὶς ὑπὸ τῶν φίλων τίνι τὴν βασιλείαν ἀπολείπει, εἶπεν Τῷ ἀρίστῳ:

προορῶμαι γὰρ ἐπιτάφιον μέγαν ἀγῶνα γενησόμενόν μοι τῶν φίλων. ὅπερ καὶ πρὸς ἀλήθειαν ἐξέβη:

οἱ γὰρ ἐπιφανέστατοι τῶν φίλων ὑπὲρ τοῦ πρωτείου διενεχθέντες πολλοὺς καὶ μεγάλους ἀγῶνας συνεστήσαντο μετὰ τὴν Ἀλεξάνδρου τελευτήν. τὰς δὲ συντελεσθείσας ὑπ αὐτῶν πράξεις ἡ βύβλος αὕτη περιέχουσα ποιήσει φανερὸν τὸ ῥηθὲν τοῖς φιλαναγνωστοῦσιν. ἡ μὲν γὰρ πρὸ ταύτης βύβλος τὰς Ἀλεξάνδρου πράξεις ἁπάσας περιείληφε μέχρι τῆς τελευτῆς:

αὕτη δὲ τὰ τοῖς διαδεξαμένοις τὴν τούτου βασιλείαν πεπραγμένα περιέχουσα τελευτὴν μὲν ἔχει τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀγαθοκλέους τυραννίδος, περιείληφεν δ ἔτη ἑπτά.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION