호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χωρὶς τοίνυν τούτων εἴ τις διεξίοι τοὺς Τιμαίους αὐτοῦ καὶ τοὺς Γοργίας καὶ τοὺς ἄλλους δὲ τοὺς τοιούτους διαλόγους, ἐν οἷς καὶ περὶ τῶν ἐν τοῖς μαθήμασι διεξέρχεται καὶ περὶ τῶν κατὰ φύσιν καὶ περὶ πλειόνων ἄλλων, οὐδὲ διὰ ταῦτα θαυμαστέος ἐστίν.? ἔχει γάρ τις καὶ παρ ἑτέρων ταῦτα λαβεῖν ἢ βέλτιον λεχθέντα ἢ μὴ χεῖρον. καὶ γὰρ Θεόπομπος ὁ Χῖος ἐν τῷ κατὰ τῆς Πλάτωνος διατριβῆς τοὺς πολλούς, φησί, τῶν διαλόγων αὐτοῦ ἀχρείους καὶ ψευδεῖς ἄν τις εὑρ´οι: διατριβῶν, ἐνίους δὲ κἀκ τῶν Ἀντισθένους, πολλοὺς δὲ κἀκ τῶν Βρύσωνος τοῦ Ἡρακλεώτου ἀλλὰ τὰ κατὰ τὸν ἄνθρωπον ἅπερ ἐπαγγέλλεται καὶ ἡμεῖς ζητοῦμεν ἐκ τῶν ἐκείνου λόγων,8 οὐχ εὑρίσκομεν, ἀλλὰ συμπόσια μὲν καὶ λόγους ὑπὲρ ἔρωτος εἰρημένους καὶ μάλα ἀπρεπεῖς, οὓς καταφρονῶν τῶν ἀναγνωσομένων συνέθηκεν, ὥσπερ καὶ οἱ πολλοὶ τῶν μαθητῶν αὐτοῦ τυραννικοί τινες καὶ διάβολοι γεγόνασιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기