호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς ταῦτά τις ἀποβλέπων τὰ τοῦ καλοῦ Ξενοφῶντος ἐπιγινώσκειν δυνήσεται ἣν εἶχε πρὸς αὐτὸν ὁ λαμπρότατος Πλάτων ζηλοτυπίαν, ἢ τάχα φιλονίκως εἶχον ἀρχῆθεν πρὸς ἑαυτοὺς οἱ ἄνδρες οὗτοι, αἰσθόμενοι τῆς ἰδίας ἑκάτερος ἀρετῆς, καὶ ἴσως καὶ περὶ πρωτείων διεφέροντο, οὐ μόνον ἐξ ὧν περὶ Κύρου εἰρήκασι τεκμαιρομένοις ἡμῖν, ἀλλὰ κἀκ τῶν αὐτῶν ὑποθέσεων.? συμπόσια μὲν γὰρ γεγράφασιν ἀμφότεροι, καὶ ἐν αὐτοῖς ὁ μὲν τὰς αὐλητρίδας ἐκβάλλει, ὁ δὲ εἰσάγει: καὶ ὁ μέν, ὡς πρόκειται, παραιτεῖται πίνειν μεγάλοις ποτηρίοις, ὁ δὲ τὸν Σωκράτην παράγει τῷ ψυκτῆρι πίνοντα μέχρι τῆς ἑώ.
κἀν τῷ περὶ Ψυχῆς δὲ ὁ Πλάτων καταλεγόμενος ἕκαστον τῶν παρατυχόντων οὐδὲ κατὰ μικρὸν τοῦ Ξενοφῶντος μέμνηται. καὶ περὶ τοῦ Κύρου οὖν ὁ μὲν λέγει ὡς ἐκ πρώτης ἡλικίας ἐπεπαίδευτο πάντα τὰ πάτρια, ὁ δὲ Πλάτων ὥσπερ ἐναντιούμενος ἐν τρίτῳ Νόμων φησί μαντεύομαι δὲ περὶ Κύρου τὰ μὲν ἄλλα στρατηγὸν αὐτὸν ἀγαθὸν εἶναι καὶ φιλόπονον,2 παιδείας δ ὀρθῆς οὐδὲ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ δ οὐδ ᾑτινιοῦν προσεσχηκέναι. ἐοίκε δ ἐκ νέου στρατεύεσθαι, παραδούς τε τοὺς παῖδας ταῖς γυναιξὶ τρέφειν.
πάλιν ὁ μὲν Ξενοφῶν συναναβὰς Κύρῳ εἰς Πέρσας μετὰ τῶν μυρίων Ἑλλήνων καὶ ἀκριβῶς εἰδὼς τὴν προδοσίαν τοῦ Θεσσαλοῦ Μένωνος, ὅτι αὐτὸς αἴτιος ἐγένετο τοῖς περὶ Κλέαρχον τῆς ἀπωλείας τῆς ὑπὸ Τισσαφέρνου γενομένης, καὶ οἱό῀ς τις ἦν τὸν τρόπον, ὡς χαλεπός, ὡς ἀσελγής, διηγησάμενος φαίνεται. ὁ δὲ καλὸς Πλάτων μονονουχὶ εἰπών οὐκ ἔστ ἔτυμος λόγος οὗτος ἐγκώμια αὐτοῦ διεξέρχεται, ὁ τοὺς ἄλλους ἁπαξαπλῶς κακολογήσας, ἐν μὲν τῇ Πολιτείᾳ Ὅμηρον ἐκβάλλων καὶ τὴν μιμητικὴν ποίησιν, αὐτὸς δὲ τοὺς διαλόγους μιμητικῶς γράψας, ὧν τῆς ἰδέας οὐδ αὐτὸς εὑρετής ἐστιν.
πρὸ γὰρ αὐτοῦ τοῦθ εὑρ῀ε τὸ εἶδος τῶν λόγων ὁ Τήιος Ἀλεξαμενός,4 ὡς Νικίας ὁ Νικαεὺς ἱστορεῖ καὶ Σωτίων. Ἀριστοτέλης δ ἐν τῷ περὶ Ποιητῶν οὕτως γράφει οὐκοῦν οὐδὲ ἐμμέτρους ὄντας τοὺς καλουμένους Σώφρονος μίμους μὴ φῶμεν εἶναι λόγους, ἢ μὴ μιμήσεις τοὺς Ἀλεξαμενοῦ τοῦ Τηίου τοὺς πρώτους γραφέντας τῶν Σωκρατικῶν λόγους ἄντικρυς φάσκων ὁ πολυμαθέστατος Ἀριστοτέλης πρὸ Πλάτωνος διαλόγους γεγραφέναι τὸν Ἀλεξαμενόν.
ὀνόματι, ἔτι δ Ἱππίαν καὶ Γοργίαν καὶ Παρμενίδην καὶ ἑνὶ διαλόγῳ τῷ Πρωταγόρᾳ πολλούς, ὁ τοιαῦτα ἐν τῇ Πολιτείᾳ εἰπών ὅταν, οἶμαι, δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων τύχῃ καὶ ἀκράτου αὐτῆς μεθυσθῇ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기