호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσαῦτα εἰπὼν ὁ Πλούταρχος καὶ ὑπὸ πάντων κροταλισθεὶς ᾔτησε φιάλην, ἀφ ἧς σπείσας ταῖς Μούσαις καὶ τῇ τούτων Μνημοσύνῃ μητρὶ προὔπιε πᾶσι φιλοτησίαν.? ἐπειπὼν δὲ: φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ:
ἀλλὰ καὶ πᾶσι τοῖς φιλτάτοις ἔδωκε τῷ παιδὶ περισοβεῖν ἐν κύκλῳ κελεύσας, τὸ κύκλῳ πίνειν τοῦτ εἶναι λέγων, παρατιθέμενος Μενάνδρου ἐκ Περινθίας: οὐδεμίαν ἡ γραῦς ὅλως κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ. καὶ πάλιν ἐκ Θεοφορουμένης: καὶ ταχὺ πάλιν τὸ πρῶτον περισόβει ποτήριον αὐτοῖς ἀκράτου. καὶ Εὐριπίδης δ ἐν Κρήσσαις:
τὰ δ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ. αἰτοῦντος δὲ τοῦ γραμματικοῦ Λεωνίδου μεῖζον ποτήριον καὶ εἰπόντος κρατηρίζωμεν, ἄνδρες φίλοι,1 οὕτως δὲ τοὺς πότους Λυσανίας φησὶν ὁ Κυρηναῖος Ἡρόδωρον εἰρηκέναι ἐν τούτοις·
῾ ἐπεὶ δὲ θύσαντες πρὸς δεῖπνον καὶ κρατῆρα: καὶ εὐχὰς καὶ παιῶνας ἐτράποντο. καὶ ὁ τοὺς μίμους δὲ πεποιηκὼς οὓς αἰεὶ διὰ χειρὸς ἔχειν Δοῦρίς φησι τὸν σοφὸν Πλάτωνα, λέγει που κἠκρατηρίχημες ἀντὶ τοῦ ἐπεπώκειμεν. 6 ἀλλὰ μήν, πρὸς θεῶν, ὁ Ποντιανὸς ἔφη, οὐ δεόντως ἐκ μεγάλων πίνετε ποτηρίων, τὸν ἥδιστον καὶ χαριέστατον Ξενοφῶντα πρὸ ὀφθαλμῶν ἔχοντες, ὃς ἐν τῷ Συμποσίῳ φησίν ὁ δ αὖ Σωκράτης εἶπεν ἀλλὰ πίνειν μέν, ὦ ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ. τῷ γὰρ ὄντι ὁ οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας, ὥσπερ ὁ μανδραγόρας ἀνθρώπους, κοιμίζει, τὰς δὲ φιλοφροσύνας, ὥσπερ ἔλαιον φλόγας,8 ἐγείρει. δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνδρῶν σώματα τὰ αὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῇ φυομένων.
καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν ὁ θεὸς αὐτὰ ἄγαν ἀθρόως ποτίζῃ, οὐ δύναται ὀρθοῦσθαι οὐδὲ ταῖς ὡρ´αις διαπλοῦσθαι:
ὅταν δὲ ὅσῳ ἥδεται τοσοῦτο πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς τὴν καρπογονίαν. οὕτω δὴ καὶ ἡμεῖς, ἢν μὲν ἀθρόον τὸ ποτὸν ἐγχεώμεθα, ταχὺ ἡμῶν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδ ἀναπνεῖν μὴ ὅτι λέγειν δυνησόμεθα: ἢν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι μικρά:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기