- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 110

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 110)

ᾠδός.? οὕτως ἐκαλεῖτο τὸ ποτήριον, φησὶ Τρύφων ἐν τοῖς Ὀνοματικοῖς, τὸ ἐπὶ τῷ σκολίῳ διδόμενον, ὡς Ἀντιφάνης παρίστησιν ἐν Διπλασίοις: τί οὖν ἐνέσται τοῖς θεοῖσιν· β. οὐδὲ ἕν, ἂν μὴ κεράσῃ τις. α. ἴσχε, τὸν ᾠδὸν λάμβανε, ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων τούτων περάνῃς, τὸν Τελαμῶνα μηδὲ τὸν παιῶνα μηδ Ἁρμόδιον. ᾠοσκυφία. περὶ τῆς ἰδέας τῶν ποτηρίων Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν ὅτι δύο πυθμένας ἔχει, ἕνα μὲν τὸν κατὰ τὸ κύτος αὐτῷ συγκεχαλκευμένον, ἕτερον δὲ τὸν πρόσθετον ἀπ ὀξέος ἀρχόμενον, καταλήγοντα δὲ εἰς πλατύτερον, ἐφ οὗ ἵσταται τὸ ποτήριον. Ωιὄν.

Δίνων ἐν γ Περσικῶν φησιν οὕτως : "ἐστὶ δὲ ποτίβαζις ἄρτος κρίθινος καὶ πύρινος ὀπτὸς καὶ κυπαρίσσου στέφανος καὶ οἶνος κεκραμένος ἐν ᾠῷ χρυσῷ, οὗ αὐτὸς βασιλεὺς πίνει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION