- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 109

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 109)

"ψυγέα καλοῦμεν, ψυκτηρίαν τινὲς ὀνομάζουσιν.? "τοὺς δ Ἀττικοὺς καὶ κωμῳδεῖν τὸν ψυγέα ὡς ξενικὸν ὄνομα. Εὔφρων ἐν Ἀποδιδούσῃ: ἐπὰν δὲ καλέσῃ ψυγέα τὸν ψυκτηρίαν, τὸ τευτλίον δὲ σεῦτλα,1 φακέαν τὴν φακῆν, τί δεῖ ποιεῖν· σὺ γὰρ εἶπον. β Β. ὥσπερ χρυσίου φωνῆς ἀπότεισον,3 Πυργόθεμι, καταλλαγήν. Ἀντιφάνης Ἱππεῦσι: πῶς οὖν διαιτώμεσθα· β. τὸ μὲν ἐφίππιον στρῶμ ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος κάδος,5 ψυκτήρ - τί βούλει· πάντ. Ἀμαλθείας κέρας. ἐν δὲ τῇ Καρίνῃ σαφῶς δηλοῦται ὅτι τούτῳ ἐχρῶντο οἰνοχοοῦντες κυάθῳ. εἰπὼν γάρ: τρίποδα καὶ κάδον παραθέμενος ψυκτῆρὰ τ οἴνου μεθύσκεται, ἐν τοῖς ἑξῆς ποιεῖ αὐτὸν λέγοντα: ἔσται πότος σφοδρότερος.

οὐκοῦν μὴ κεράσῃ τις, οὐκ ἔτι ἔξεστι κυαθίζειν παρ ἡμῖν. παῖ, τρέχε,11 τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν ἀπόφερε τἄλλα πάντα. "ἐκάλουν οἱ ἀρχαῖοι δῖνον. Νίκανδρος δ ὁ Θυατειρηνὸς καλεῖσθαί φησι ψυκτῆρας καὶ τοὺς ἀλσώδεις καὶ συσκίους τόπους τοὺς τοῖς θεοῖς ἀνειμένους, ἐν οἷς ἔστιν ἀναψῦξαι. Αἰσχύλος Νεανίσκοις: σαύρας ὑποσκίοισιν ἐν ψυκτηρίοις. Εὐριπίδης Φαέθοντι:

ψυκτήρια δένδρεα φίλαισιν ὠλέναισι δέξεται. καὶ ὁ τὸν Αἰγίμιον δὲ ποιήσας εἴθ Ἡσίοδός ἐστιν ἢ Κέρκωψ ὁ Μιλήσιος: ἔνθα ποτ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION