- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 108

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 108)

ψυγεὺς ἢ ψυκτήρ.? Πλάτων Συμποσίῳ: "ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. "τοῦτον οὖν ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν. "παραμηκύνειν ἐγχειροῦντος τοῦ Ἀρχεβούλου, εὐκαιρότατα προχέων ὁ παῖς τοῦ οἰναρίου ἀνατρέπει τὸν ψυκτῆρα. "τρικότυλον ψυγέα. Διώξιππος Φιλαργύρῳ: παρ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ, ἔπειτα τοὺς δύο ψυγέας. "τὴν μεγάλην.

ψυκτῆρά τις προὔπινεν ἂν τοὺς ἀθλίους ἀπολλύων. Ἐπιγένης δ ἐν Ἡρωίνῃ καταλέγων πολλὰ ποτήρια καὶ τοῦ ψυγέως οὕτως μνημονεύει: τὴν θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ κόμισον λαβὼν τοὺς παῖδας. εἶτ οἴσεις μόνος ψυκτῆρα, κύαθον, κυμβία. Στράττις Ψυχασταῖς: ὁ δέ τις ψυκτῆρ, ὁ δέ τις κύαθον χαλκοῦν κλέψας. ἀπορῶν κεῖται, κοτύλη δ ἀνὰ χοίνικα μάττει. Ἄλεξις δ ἐν Ἱππίσκῳ ψυκτηρίδιον καλεῖ διὰ τούτων ἀπήντων τῷ ξένῳ εἰς τὴν κατάλυσιν οὗ συνῆν Ἀγωνίδι.

τοῖς παισὶ τ εἶπα δύο γὰρ ἦγον οἴκοθεν τἀκπώματ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα θεῖναι: ἴσως ἑτέρας,7 ψυκτηρίδιον δὲ δέκ ὀβολούς, Φιλιππίδου λεπτότερον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION