- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 106

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 106)

Φθίος.? πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις: "σὺν φθοῖσι προσπεπτωκώς. ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί, Φιλοτησία%10. κύλιξ τις ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι: "καὶ φιλοτησίας προὔπινεν. Ἄλεξις: φιλοτησίαν σοι τήνδ ἐγὼ ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι. ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης: ἑπτάπους γοῦν ἡ σκιὰ στιν ἡ πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ ὁ χορὸς ὁ φιλοτήσιος. διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ : δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία. χόννοι. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον ὃ δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ. Χαλκιδικὰ ποτήρια ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION