- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 104

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 104)

Κρατίνου δ εἰπόντος ἐν Δραπέτισιν δέχεσθε φιάλας τάσδε βαλανειομφάλους,1 Ἐρατοσθένης ἐν τῷ ἑνδεκάτῳ περὶ Κωμῳδίας τὴν λέξιν ἀγνοεῖν φησι Λυκόφρονα:? τῶν γὰρ φιαλῶν οἱ ὀμφαλοὶ καὶ τῶν βαλανείων οἱ θόλοι παρόμοιοι: εἰς δὲ τὸ εἶδος οὐκ ἀρρύθμως παίζονται. Ἀπίων δὲ καὶ Διόδωρός φησι: "φιάλαι ποιαί, ὧν ὁ ὀμφαλὸς παραπλήσιος ἠθμῷ. ὁ δὲ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τοῖς περὶ τῆς Νεστορίδος: : "λέγονται ὅτι οἱ ὀμφαλοὶ αὐτῶν καὶ τῶν βαλανείων οἱ θόλοι ὅμοιοί εἰσιν. καὶ Δίδυμος δὲ τὰ αὐτὰ εἰπὼν παρατίθεται τὰ Λυκόφρονος οὕτως ἔχοντα: "ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς γυναικείαις πυέλοις, ὅθεν τοῖς σκαφίοις ἀρύουσιν. "τὴν λέξιν, διότι τὰ πλεῖστα τῶν Ἀθήνησι βαλανείων κυκλοειδῆ ταῖς κατασκευαῖς ὄντα τοὺς ἐξαγωγοὺς ἔχει κατὰ μέσον, ἐφ οὗ χαλκοῦς ὀμφαλὸς ἔπεστιν.

Ιὤν δ ἐν Ὀμφάλῃ: ἴτ ἐκφορεῖτε, παρθένοι, κύπελλα καὶ μεσομφάλους. οὕτω δ εἴρηκε τὰς βαλανειομφάλους, ὧν Κρατῖνος μνημονεύει: : δέχεσθε φιάλας τάσδε βαλανειομφάλους. καὶ Θεόπομπος δ ἐν Ἀλθαίᾳ ἔφη: λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον φιάλην.

Τελέστης δ ἄκατον ὠνόμαζέ νιν,4 ὡς τοῦ Τελέστου ἄκατον τὴν φιάλην εἰρηκότος. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Πέρσας φησί: στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION