- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 103 2:

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 103 2:)

Ἀρίσταρχος δὲ τὴν δυναμένην ἐξ ἀμφοτέρων τῶν μερῶν τίθεσθαι, κατὰ τὸν πυθμένα καὶ κατὰ τὸ στόμα.? Διονύσιος δ ὁ Θρᾲξ τὴν στρογγύλην, τὴν ἀμφιθέουσαν κυκλοτερεῖ τῷ σχήματι. "κατ ἀντιστοιχίαν ἐστὶ πιάλη, ἡ τὸ πιεῖν ἅλις παρέχουσα, μείζων γὰρ τοῦ ποτηρίου, ἡ δὲ ἀμφίθετος καὶ ἀπύρωτος: "ἡ ψυχρήλατος ἢ ἐπὶ πῦρ οὐκ ἐπιτιθεμένη, καθότι καὶ λέβητα καλεῖ ὁ ποιητὴς τὸν μὲν ἐμπυριβήτην, τὸν δὲ ἄπυρον, κὰδ δὲ λέβητ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα, τὸν δεχόμενον ἴσως ὕδωρ ψυχρόν, ὥστε καὶ τὴν φιάλην εἶναι χαλκίῳ προσεοικυῖαν ἐκπετάλῳ, δεχομένην ψυχρὸν ὕδωρ. "τὴν δ ἀμφίθετον πότερα δύο βάσεις ἔχειν δεῖ νομίζειν ἐξ ἑκατέρου μέρους, ἢ τὸ μὲν ἀμφὶ σημαίνει τὸ περί, τοῦτο δ αὖ τὸ περιττόν· "ὥστε λέγεσθαι τὴν περιττῶς πεποιημένην ἀμφίθετον, ἐπεὶ τὸ ποιῆσαι θεῖναι πρὸς τῶν ἀρχαίων ἐλέγετο. "δύναται δὲ καὶ ἡ ἐπὶ τὸν πυθμένα καὶ τὸ στόμα τιθεμένη : "ἡ δὲ τοιαύτη θέσις τῶν φιαλῶν Ιὠνική ἐστι καὶ ἀρχαία. ἔτι γοῦν καὶ νῦν οὕτως Μασσαλιῆται τιθέασι τὰς φιάλας ἐπὶ πρόσωπον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION